De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ταῦτα δὲ λέγων [ὁ] αὐτὸς ἑκατέρῳ περιπέπτωκεν 〈τῷ〉 ἀτόπῳ, ἕνα μὲν ὁριζόμενος εἶναι τὸν ὄντα, θάτερον δὲ ἀρνούμενος. καὶ τίνα τοῦτον αὐτὸς ἂν εἰδείη. ἢ γὰρ τὸν πατέρα δοὺς τὸν υἱὸν ἀρνήσεται, ἢ τὸν υἱὸν μόνον παραδεξάμενος ἀθετήσει τὸν πατέρα· μᾶλλον δὲ οὔτε πατέρα οὔτε υἱὸν εἰδὼς ἐλεγχθήσεται, ἕνα μόνον διδοὺς τὸν δ’ ἕτερον ἐκποδὼν μεθιστάς. κἂν ἀκούῃ δὲ λέγοντος τοῦ θεοῦ »ἐγὼ κύριος ὁ θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας.

οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ«, πάλιν κἀνταῦθα μὴ ταραττέσθω τὴν ψυχὴν ἀλλὰ καὶ τῶν ἑξῆς συνημμένων ἀκουέτω· εἰπὼν γὰρ » οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ«, ἐπήγαγεν »οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσεις αὐτοῖς· ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου, κύριος ζηλωτής«.

ὁρᾷς ὅπως διεστέλλετο μὴ τῇ τῶν ἐθνῶν πολυθέῳ πλάνῃ συναπάγεσθαι, μόνον δὲ αὐτὸν εἰδέναι θεὸν καὶ κύριον. τίς δ’ ἦν οὗτος; ὁ υἱὸς τὴν εἰκόνα τοῦ πατρὸς ἔχων ἐν ἑαυτῷ ἐξ αὐθεντείας τε αὐτοῦ τοῖς εἰδωλολατρείαν νοσοῦσιν ταῦτα διαταττόμενος. ὡς γὰρ »πάντα δι’ αὐτοῦ ἐγένετο«, τοῦ πατρὸς διὰ τοῦ σωτῆρος τὴν τῶν γενητῶν ἁπάντων οὐσίαν ὑποστησαμένου, | οὕτως αὐτὸς ἦν ὁ πατὴρ τὴν εἰς αὐτὸν γνῶσίν τε καὶ εὐσέβειαν διὰ μεσίτου τοῦ υἱοῦ παραδιδοὺς ἀνθρώποις.

τοῦτο δὲ καὶ ὁ ἀπόστολος αὐτοῖς ῥήμασιν Γαλάταις γράφων ἐδίδασκεν, δι’ ὧν ἔφη »ὁ νόμος διαταγεὶς δι’ ἀγγέλων, ἐν χειρὶ μεσίτου. ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν«.

κἂν λέγῃ »ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι. καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ«, πάλιν ὁ πατὴρ ἦν ὡς διὰ εἰκόνος καὶ μεσίτου διὰ τοῦ υἱοῦ τοῦτο φάσκων. εἰ γὰρ δὴ λέγοντος μὲν Ἡσαΐου τοῦ προφήτου »υἱοὺς ἐγέννησα καὶ ὕψωσα« καὶ πάλιν »Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν« καὶ αὖθις ἐγὼ πᾶσιν τοῖς ἄστροις ἐνετειλάμην, καὶ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανὸν« καὶ ὅσα ἄλλα τοιαῦτα, οὐ τὸν Ἡσαΐαν ταῦτα λέγειν φήσομεν, δι’ αὐτοῦ δὲ τὸν ἐν αὐτῷ λαλοῦντα θεόν, οὐχὶ δὴ καὶ ἐπὶ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ πρέποι ἂν τὸν πατέρα δι’ αὐτοῦ χρῆναι ταῦτα διαμαρτύρασθαι

73v
τοῖς τῶν τοιῶνδε παραγγελμάτων δεομένοις;
εἰδωλολάτραι δ’ ἦσαν οὗτοι, ὡς ἡ αὐτὴ διδάσκει γραφὴ λέγουσα καὶ »εἶπεν κύριος· ποῦ εἰσὶν οἱ θεοὶ αὐτῶν, ἐφ’ οἷς ἐπεποίθεισαν ἐπ’ αὐτοῖς; ὧν τὸ στέαρ τῶν θυσιῶν αὐτῶν ἠσθίετε, καὶ ἐπίνετε τὸν οἶνον τῶν σπονδῶν αὐτῶν· ἀναστήτωσαν καὶ βοηθησάτωσαν ὑμῖν. καὶ γενηθήτωσαν ὑμῶν σκεπασταί«. τούτοις γὰρ συνῆπται τὸ »ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ«.