Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τί δὴ λείπεται ἐπὶ τούτοις ἀλλ’ ἢ ταῖς ὑποσχέσεσιν ἀκολούθως διελθεῖν τὰ οἰκονομηθέντα ἐπὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ δὴ τοῦ θεοῦ λόγου; περὶ οὑ τὰ προπεπονημένα ἐν ὀκτὼ τοῖς πρὸ τούτου συγράμμασι διεληλύθαμεν, τοτὲ μὲν τὴν κατ’ αὐτὸν θεολογίαν διερευνώμενοι, τοτὲ δὲ τὴν οὐρανόθεν εἰς ἡμᾶς κάθοδον καὶ τόν τε τρόπον ὁμοῦ καὶ τὴν προσηγορίαν καὶ τὸν χρόνον τῆς ἀφίξεως αὐτοῦ διασκοπούμενοι. ὧν ἀποδεδειγμένων καιρὸς ἤδη τὰ κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ συνιδεῖν, παραστῆσαί τε ὅπως καὶ τούτων ἕκαστα παρ’ Ἑβραίοις προαναπεφώνητο.

τό γε μὴν τῶν προρρήσεων ἀποτέλεσμα διὰ τῆς τῶν ἱερῶν εὐαγγελιστῶν μαρτυρίας καὶ τῆς δι’ αὐτῶν ἱστορηθείσης τῶν πραγμάτων ἀποβάσεως ἐπισφραγισθήσεται. πρῶτον οὖν ἁπάν- τῶν, ἐπειδὴ τὰ περὶ τῆς γενέσεως αὐτοῦ γένους τε καὶ φυλῆς καὶ σπέρματος ἀποδέδεικται, φέρε τὰ περὶ τοῦ φανέντος ἐπὶ τῇ γενέσει αὐτοῦ νέου τινὸς καὶ ξενίζοντος παρὰ τοὺς συνήθεις ἀστέρος θεασώμεθα, ἐπεὶ καὶ τοῦτο πάλαι πρότερον ἐκ μακρόν

v.3.p.562
ἄνωθεν χρόνων παρὰ Μωσεῖ βοώμενον τοῦτον ἱστόρηται τὸν τροπον·