Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Μώσης ἐν Ἀριθμοῖς περὶ τοῦ φανέντος ἐπὶ τῇ γενέσει τοῦ σωτῆρος ἡμῶν ἀστέρος φησὶ ‟φησὶ Βαλαὰμ υἱὸς Βεῶρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, ἀκούων λόγια θεοῦ, ἐπιστάμενος ἐπιστήμην ὑψίστου, καὶ ὅρασιν τοῦ θεοῦ ἰδὼν, ἐν ὕπνῳ ἀποκεκαλυμμένοι οἶ ὀφθαλμοὶ αὐτοῦ. δείξω αὐτῷ, καὶ οὐχὶ νῦν, μακαρίζω, καὶ οὐκ ἐγγίζει. ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραὴλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ, καὶ προνομεύσει πάντας υἱοὺς Σήθ. καὶ ἔσται Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἠσαῦ ὁ ἐχθρὸς αὐτοῦ, καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύϊ, καὶ ἐξεγερθήσεται ἐξ Ἰακὼβ, καὶ ἀπολεῖ σωζόμενον ἐκ πόλεως.”

Ἐπὶ ταύτῃ φησὶ τῇ προφητείᾳ κινηθέντας τοὺς διαδόχους Βαλαὰμ (σεσῶσθαι γὰρ αὐτὴν, ὡς καὶ ἦν εἰκὸς, παρ’ αὐτοῖς, ὁπηνίκα συνεῖδον ἐν οὐρανῷ ξενίζοντά τινὰ παρὰ τοὺς συνήθεις ἀστέρα, κατὰ κορυφῆς, ὡς ἂν εἴποι τις, καὶ κατὰ κάθετον τῆς Ἰουδαίας ἐστηριγμένον) σπουδὴν πεποιῆσθαι ἐπὶ τὴν Παλαιστίνων ἀφικέσθαι γῆν, ἱστορίας ἕνεκα τοῦ διὰ φανέντος ἀστέρος σημαινομένου βασιλέως.