Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

οὐ μεταχθήσεται πρὸς σὲ κακὰ, καὶ ἁφὴ οὐκ ἐγγιεῖ ἐν σκέπῃ σου · ὅτι ἀγγέλοις αὑτοῦ ἐντελεῖται τοῦ φυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου.” ὁ δὲ Σύμμαχος ‟σὺ γὰρ, κύριε, ἀφοβία μου, ὑψίστην ἔθου τὴν οἴκησίν σου.

οὐ κατισχύσει σου κακὸν, οὐδὲ ἁφὴ ἐγγιεῖ τῇ σκηνῇ σου. ὅτι τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς.” οὐκοῦν διὰ τούτων αὐτῶν τῷ κυρίῳ λέλεκται ὡς περὶ ἑτέρου μείζονος τὸ ‟τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάσσειν σε ἐν πάσαις ταῖς ὁδοῖς. ἐπὶ χειρῶν ἀροῦσί σε δηλαδὴ σὲ τὸν κύριον) μήποτε σὺ ὁ κύριος προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. ”

ταύταις δὲ καὶ ὁ διάβολος ταῖς λέξεσιν ἐν τῷ κατὰ τοῦ σωτῆρος ἡμῶν πειρασμῷ κέχρηται ὅτε ‘‘παραλαβὼν αὐτὸν εἰς τὴν ἁγίαν ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἷπεν αὐτῶ, εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω. γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, [*](7 Jo. 1, 15. 26 Matth. 4, 5.)

v.3.p.589
μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. πρὸς ὃν ὁ κύριος ἡμῶν ἀποκριθεὶς εἷπε, γέγραπται, οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.”

εἶτ’ ἐπεὶ ἐν τῷ πειρασμῷ μετὰ τῶν θηρίων, κατὰ τὸν εὐαγγελιστὴν, διέτριβε, ποίων δὲ οὐκ ἀναγέγραπται, σαφέστερον τοῦτο αὐτὸ ἡ τοῦ Ψαλμοῦ προφητεία τὰ εἴδη τῶν θηρίων αἰνιττομένη φησὶν ‟ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.”

αὐτὸς μὲν οὖν τὰ ἀρχικώτατα τῶν νοητῶν θηρίων, λέοντα καὶ δράκοντα, ἀσπίδα τε καὶ βασιλίσκον, αὐτὸν δηλαδὴ τὸν διάβολον, καὶ τὰς μετ’ αὐτὸν ἀρχοντικὰς καὶ πονηρὰς δυνάμεις καταπατήσειν μεμαρτύρηται. 2(). τοῖς δὲ τὴν ὁμοίαν ἀρετὴν αὐτῶ κεκτημένοις μαθηταῖς καὶ ἀποστόλοις αὑτοῦ τὴν ἐξουσίαν αὐτὸς τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων δωρεῖται οὐκ ἐῶν αὐτοὺς πειρασθῆναι ὑπὲρ ὃ δύναιντο μόνου γὰρ ἢν αὐτοῦ τὸ τὰς χείρους ὲν πονηρίᾳ δυνάμεις καὶ αὐτὸν δὴ τὸν πάντων ἄρχοντα καὶ τύραννον τοῦ αἰῶνος τούτου τῇ ἐνθέῳ αὐτοῦ δυνάμει καθαιρεῖν.

  • Ἀπὸ τοῦ Ἠσαίου.