Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἐπειδὴ τοίνυν σὺ,, κύριε, τὸν ὕψιστον ἔθου καταφυγήν σου, τούτου χάριν ‘αὐτὸς ὁ ὕψιστος” φησὶ ‟ ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους, καὶ ἐν τοῖς μεταφρένοις αὑτοῦ ἐπισκιάσει σοι.” διόπερ τὴν τοιαύτην ἔχων πατρικὴν τοῦ ὑψίστου βοήθειαν οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ οὔτε ἀπό τινος τῶν προκατειλεγμένων, ἀλλὰ οὐδὲ ἐκ τῶν ἐξῆς ἐπιφερομένων.

'' ἐπεὶ γὰρ σὺ, κύριε, τὸν ὕψιστον ἔθου καταφυγήν σου, διὰ τοῦτο οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου.” μάστιγας δὲ τὰς ἀπὸ δαιμόνων ἐνεργείας καὶ ἐν τοῖς εὐαγγελίοις ὀνομαζομένας ἂν εὕροις, ἃς οὐδὲ πλησιάζειν τολμᾶν τῷ σκνηνώματι τοῦ Χριστοῦ, τουτέστι τῷ σώματι αὐτοῦ, δυνατὰς εἶναί φησι.

πῶς γὰρ ὅτε λόγῳ μόνον αὐτὰς ἐξ ἀνθρώπων ἤλαυνε ; περὶ τούτου δὲ τοῦ σκηνώματος καὶ ὁ Δαβίδ ποτε ὤμοσε τῷ κυρίῳ, καὶ ηὔξατο τῷ θεῷ Ἰακὼβ λέγων ‟ εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἴως οὑ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ.”

καὶ τούτου γε ἕνεκα τοῦ σκηνώματος ἐλέγετο ‟ οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ·” καὶ τὸ‘ αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους·’ καὶ τὸ ‟ οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ [*](22 Ps. 131, 3.)

v.3.p.588
τῷ σκηνώματί σου,” καὶ ὅσα ἀνθρωπινώτερα περὶ αὐτοῦ λέλεκται, ὡς καὶ τὸ τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι δε,” καὶ τὸ ‟ ἐπὶ χειρῶν ἀροῦσί σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.”

ταῦτα γὰρ οὐκ ἂν ὡς πρὸς θεὸν λέγεσθαι ἁρμόσαι, πρὸς δὲ τὸ σκήνωμα αὐτοῦ, ὅπερ δι’ ἡμὰς ἀνείληφεν, ὅτε ὁ λόγος ‘σὰρξ ἐγένετο καὶ ἔσκήνωσεν ἐν ἡμῖν.” δοκεῖ δέ μοι καλῶς ἔχειν ὑπὲρ ἀκριβοῦς βεβαιώσεως τῶν εἰρημένων καὶ τὰς τῶν λοιπῶν ἑρμηνευτῶν παραθεῖναι φωνάς · ὧν ὁ μὲν Ἀκύλας οὕτως ἔφησεν ‟ ὅτι σὺ, κύριε, ἐλπίς μου, ὕψιστον ἔθηκας οἰκητήριόν σου.