Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Χαῖρε σφόδρα, θύγατερ Σιὼν, κήρυσσε θύγατερ Ἱερουσαλὴμ, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον· καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραῒμ καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικὸν καὶ πλῆθος εἰρήνης ἐξ ἐθνῶν, καὶ κατάρξει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν εἰς διεκβολὰς γῆς.”

Ταῦτα μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον τοῦ Ζαχαρίου εἰς τὰ ὕστατα τῶν προφητῶν θεσπίσαντος, οὐδεὶς μετὰ τοὺς τῆς προφητείας χρόνους βασιλεὺς παρὰ Ἰουδαίοις γεγονὼς ἱστορεῖται, οἷον ἡ προφητεία παρίστησιν, εἰ μὴ μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, καθ᾿ ὃν καὶ αὕτη τέλους ἐτύγχανεν ἡ πρόρρησις, ὅτε τοῖς ἑαυτοῦ μαθηταῖς πρὸς λέξιν εἰπὼν “πορευθέντες εἰς τὴν ἀπέναντι κώμην εὑρήσετε ὄνον καὶ πῶλον δεδεμένον· λύσαντες αὐτὸν ἀγάγετε.”

καὶ ἐάν τις ὑμῖν εἴπῃ, τί ποιεῖτε; εἴπατε αὐτῷ, ὁ κύριος αὐτῶν χρείαν ἔχει. καὶ ἀπελθόντες ἐκεῖνοι ἐποίησαν καθ᾿ ἃ προσέταξεν αὐτοῖς.” τὰ μὲν οὖν τῆς προρρήσεως καὶ τὰ τοῦ συμπεράσματος τοῦτον ἔχει τὸν τρόπον.

τί [*](9 Zach. 9, 9. 24 Matth. 21, 2.)

v.3.p.615
δὲ ἄρα ἐβούλετο σημαίνειν ἡ ἐπὶ ὄνῳ ὄχησις αὐτοῦ ἀλλ’ ἢ τὴν ταπεινὴν καὶ ἄδοξον αὐτοῦ παρουσίαν, καθ’ ἣν ἐποιήσατο τὴν πρώτην ἄφιξιν; οὔσης γὰρ καὶ δευτέρας ἐνδόξου, περὶ ἧς καὶ Δανιὴλ γυμνότερον ἐκκαλύπτων τὴν θεωρίαν εἴρηκεν ἐθεώρουν ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο. χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μυρίαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ. καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος.

καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι αὐτῷ δουλεύουσιν. ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται.”

τὰ μὲν τῆς πρώτης ἀφίξεως τῆς ἐνανθρωπικωτέρας καὶ ταπεινῆς μετὰ τῶν ἄλλων καὶ τοῦτο ἔχει μέγα δεῖγμα καὶ σημεῖον, τὸ πρᾶον λέγεσθαι καὶ ἡσύχιον, ἥξειν τε ὀχούμενον ὑποζυγίῳ προφητεύεσθαι· τοῦτο γὰρ κοινοῦ καὶ ἀνθρωπίνου βίου γένοιτ’ ἂν τεκμήριον· τὰ δὲ τῆς δευτέρας καὶ ἐνθέου λαμπρότατα δηλοῦται διὰ τῆς ἐπὶ νεφελῶν οὐρανοῦ παρακομιδῆς καὶ τῆς αἰωνίου πάντων τῶν ἐθνῶν βασιλείας.

καὶ ἦν γε καλὸν ἀμφοτέρας παραθεῖναι τοῖς ἐκ περιτομῆς, λόγον τε αὐτοὺς ἀπαιτῆσαι πῶς ἂν σώσαιεν τὰς προφητείας, μίαν ἄφιξιν Χριστοῦ προσδοκῶντες · ἐπεὶ γὰρ ἑκατέραν τῶν παρατεθεισῶν προφητειῶν καὶ αὐτοὶ τὸν Χριστὸν ὁρᾶν ὁμολογοῦσιν, ὥρα λέγειν καὶ πυνθανομένοις ἡμῖν ἀποκρίνασθαι, πῶς οἷόν τε ὑφ’ ἔνα καὶ τὸν αὐτὸν καιρὸν καὶ ὑπὸ μίαν ἄφιξιν ἐπὶ νεφελῶν οὐρανοῦ [*](5 Dan. 7, 9.)

v.3.p.616
φέρεσθαι τὸν αὐτὸν, καὶ ἐπὶ ὑποζυγίου καὶ πώλου νέου ὀχεῖσθαι· ἐπὶ πολὺ γὰρ ταῦτα διέστηκεν ἀλλή- ἀλλήλων.

μυρίας δ’ οὖν τοιαύτας καὶ ἄλλας περὶ τοῦ Χριστοῦ προφητείας συναγαγὼν, παραθείς τε καὶ συγκρούσας τὰ διαφόρως σημαινόμενα, ἐναργέστατα καταλήψῃ τινὰς μὲν τῆς πρώτης αὐτοῦ παρουσίας δηλώματα περιεχούσας, πεπληρωμένας κατὰ τὴν πρώ- τὴν ἐπιφάνειαν αὐτοῦ, τινὰς δὲ εἰς τὴν δευτέραν αὐ- - τοῦ καὶ ἔνδοξον ἄφιξιν ἀναφερομένας.