Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟ τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ Σεραφεὶμ εἱστήκεις κύκλῳ αὐτοῦ. ” εἶθ’ ὑποβάς φησι ‟ καὶ ἤκουσα τῆς φωνῆς κυρίου λέγοντος, τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα, ἰδοὺ ἐγώ εἰμι, ἀπόστειλόν με, καὶ εἶπε, πορεύθητι, καὶ εἶπον τῷ λαῷ τούτῳ 5 ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὑτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὑτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι,, καὶ ἰάσωμαι ”.

Ἔχεις καὶ τούτων τὸ ἀποτέλεσμα ἐπὶ τοῦ σωτῆρος ἡμῶν, κατὰ μὲν τὸν Ἰωάννην φήσαντα ‟ τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν, οὐκ ἐπίστευσαν εἰς αὐτὸν, ἔνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ ὃν ‟ κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν· εἶπε γὰρ πάλιν Ἠσαίας, τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς, καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἔνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ νοήσωσι τῇ καρδίᾳ, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι ”

ταῦτα εἶπεν Ἠσαίας, ὅτεεἶδε τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησε περὶ αὐτοῦ· κατὰ δὲ τὸν Ματθαῖον ‟ ὅτε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ εἶπον αὐτῶ, διὰ τί ἐν παραβολαῖς αὐτοῖς λαλεῖς ; ὁ δὲ ἀποκριθεὶς εἷπεν, ὑμῖν δέδοται γνῶναι τὰ μυ- [*](3 Es. 6, 1. 17 Jo. 12, 37. 28 Math. 13, 10.)

v.3.p.613
στήρια τῆς βασιλείας, ἐκείνοις δὲ οὐ δέδοται.” διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ἔνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ ἀκούωσι, μή ποτε ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς.

τότε ἐπληρώθη ἐπ’ αὐτοῖς ἡ προφητεία Ἡσαΐου ἡ λέγουσα πορεύθητι, καὶ εἶπον τῷ λαῷ τούτ’ ᾦ, ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε” καὶ τὰ τούτοις ἑξῆς. ἐπιτήρει δὲ τίνα τρόπον ὁ Ἰωάννης ἐπάγει λέγων ‟ ταῦτα εἶπεν Ἠσαίας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησε περὶ αὐτοῦ,’ ὡς τὸν Χριστὸν ἑωρακότος καὶ τὴν Χριστοῦ δόξαν τοῦ προφήτου κατὰ τὴν ὀπτασίαν ἐν ᾗ ἔφησεν ‟ εἶδον τὸν κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου καὶ τὰ ἐξῆς.

τίς δ’ οὐκ ἂν ἐπαλαγείη τὴν πρόρρησιν ἐναργῶς οὕτως εἰσέτι νῦν ὁρῶν τῶν ἐκ περιτομῆς τὴν εἰς Χριστὸν ἀπιστίαν ; καὶ πάλαι μὲν γὰρ ἐνανθρωποῦντα καὶ παραδοξοποιοῦντα ἐν αὑτοῖς ὁρῶντες αὐτὸν, ὀφθαλμοῖς ψυχῆς καὶ διανοίας ὄμμασιν οὐκ ἐθεῶντο, οὐδέ τις ἦν ἐν αὐτοῖς νοερᾶς ἐνθυμήσεως ὅρασις εἰς τὸ συνιέναι τίς ποτ’ ἄρα ἦν ἡ τὰ τοσαῦτα καὶ τηλικαῦτα θαυματουργοῦσα ἐν αὐτοῖς δύναμις.

ἀλλὰ καὶ αὐταῖς ἀκοαῖς ῥήματα ζωῆς αἰωνίου δέξασθαι κατηξιωμένοι καὶ φωνῆς ἐνθέου σοφίας ἀκροώμενοι ὠσὶ διανοίας οὐκ ἤκουον, ὡς ἐναργὲς τέλος ἐπαγαγεῖν αὐτοὺς τῇ προφηττείᾳ.

καὶ εἰς δεῦρο δὲ τὴν ἔνθεον τοῦ Χριστοῦ δύναμιν, δι’ ἧς πάν γένος ἀνθρώπων ἀποστήσας τῆς πατρίου δεισιδαιμονίας ὑπηγάγετο τῇ κατ’ αὐτὸν θεοσεβείᾳ, ἐναργῶς οὕτως ἐμφαινομένην ὁρῶντες οὐδαμῶς ἐφιστῶσιν τῇ διανοίᾳ οὐδ’ ἐπιβάλλουσιν ὅπως τὸ μήτε Μωσεῖ μήτε τοῖς μετὰ Μωσέα προφήταις ἐπὶ μόνων αὐτῶν κατορθωθὲν, τοῦτο δὴ τὸ μὴ εἰδωλολατρεῖν μηδὲ τῇ πολυθέῳ προσέχειν πλάνῃ, τοῦτ’

v.3.p.614
ἐπὶ πάντων τῶν ἐθνῶν ἡ τοῦ σωτῆρος ἡμῶν ἔνθεος ἀρετὴ συνεστήσατο.

εἶτα δὲ καὶ ταῖς προφητικαῖς ἐντυγχάνοντες περὶ αὐτοῦ μαρτυρίαις, ἀκοῇ μὲν ἀκούουσιν, ἀλλ᾿ οὐ συνίασιν, ἔργῳ πληρουμένης εἰσέτι καὶ νῦν κατ᾿ αὐτῶν τῆς ἐν χερσὶ προφητείας.

Ἀπὸ τοῦ Ζαχαρίου.