Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

"’O λέγων τῷ ἡλίῳ, καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει, ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπ’ ἐδάφους.”

Καὶ ταῦτα μόνῳ τῷ σωτῆρι καὶ κυρίῳ ἡμῶν, ὡς ἂν θεοῦ λόγῳ δημιουργῷ τῶν ὅλων τυγχάνοντι, ἁρμόζοι ἄν· μόνος γοῦν τῶν πώποτε κατὰ τοὺς τῆς ἐνανθρωπήσεως χρόνους, σῶμα καὶ σχῆμα ἀνθρώ- πινον ἀναλαβὼν ^ ἐπὶ τῆς θαλάσσης περιπατῆσαι λἐ- γεται ‘‘ὅτε τοὺς ἑαυτοῦ μαθητὰς ἠνάγκασεν ἐμβῆναι εἰς πλοῖον, καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ αὐτὸς ἀπολύσῃ τοὺς ὄχλους. καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ· τὸ δὲ πλοῖον ἤδη ἦν ἐν μέσῳ τῆς θαλάσσης. ἰδόντες δὲ αὐτὸν ἐπὶ τῆς θαλάσ- σὴς ἐταράχθησαν, λέγοντες ὅτι φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. " εὐθέως δὲ ἐλάλησεν αὐτοῖς λέγων‘‘θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε.”

ἄλλως δὲ οὐκ ἂν γένοιτο ἀξιοπρεπῆ θεολογίαν δοκοῦν περι- ἔχειν, εἰ ἐπὶ τοῦ ἀνωτάτω θεοῦ καὶ πατρὸς τῶν ὅλων ἐκλαμβάνοι τις τὸ λόγιον.

τί γὰρ ἔχει σεμνὸν καὶ ἀξιόλογον ἐπὶ τοῦ θεοῦ τῶν ὅλων περιπατεῖν λέγε- σθαι ἐπὶ τῆς θαλάσσης ; πῶς δὲ καὶ νοηθείη ἂν περί- - πάτος ἐπὶ τῆς θαλάσσης τοῦ τὰ πάντα περιέχοντος, καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν πληροῦντος καὶ μονον- οὐχὶ λέγοντος "6 οὐρανός μοι θρόνος, ἡ δὲ yrj ὑπο- πόδιον τῶν ποδῶν μου;” καὶ‘‘τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος;” ὁ δέ γε σωτὴρ καὶ [*](2 Job. 9, 7. 10 Matth. 14, 22. 26 Ps. 66, 1. 27 Jer. 23, 24.)

v.3.p.602
κύριος ἡμῶν ἑαυτὸν κενώσας καὶ μορφὴν δούλου λαβὼν βὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος δεῖγμα τῆς λανθανούσης τοὺς πολλοὺς ἐνθέου δυνάμεως αὑτοῦ παρέχων ὁρᾶν τοῖς ἑαυτοῦ μαθηταῖς, καὶ τοῖς θαλαττίοις ἐπιβαίνων κύμασι καὶ τῷ κλύδωνι καὶ τοῖς ἀνέμοις ἐπιτιμῶν ἀναγέγραπται, ὅτε καὶ οἱ ὁρῶντες ἐξεπλήττοντο λέγοντες‘‘ ‟ ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἶ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν ” ἦν δὲ καὶ τοῦτο ἄλλου τινὸς μείζονος σύμβολον, νοουμένης ἑτέρας θαλάσσης ἐν ᾗ λέγεται δράκων τις εἷναι πεποιημένος ἐγκαταπαίζεσθαι ὑπὸ τόν ἀγγέλων τοῦ θεοῦ, ἐφ’ ἣν καὶ αὐτὴν ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐμπεριπατήσας τὴν κεφαλὴν τοὐ αὐτόθι δράκοντος καὶ τῶν λοιπῶν τῶν ὑποβεβηκότων δρακόντων λέγεται συντετριφέναι κατὰ τὸ ‘σὺ συνέθλασας τὰς κεφαλὰς Λάς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, καὶ σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος,” σαφῶς ἑτέρας νοουμένης θαλάσσης, περὶ ἧς αὐτὸς πάλιν Ψαλμῷ φησιν ” ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης.”

καὶ πρὸς τὸν Ἰὼβ τὰ περὶ ἑαυτοῦ διεξιὼν ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ Ἀίδου ἰδόντες σε ἔπτηξαν;’ εἰκότως οὖν κὰν τῷ καθ’ ἡμᾶς βίῳ ἐπιβὰς τῇ θαλάττῃ καὶ τοῖς ἀνέμοις ἐπιτιμήσας καὶ τῷ κλύδωνι τὰ σύμβολα τῶν ἀπορρητοτέρων ἐπιτελεῖ.

[*](1 Phil. 2, 7. 7 Matth. 8, 27. 15 Ps. 74, 13. 19 Ps. 69, 2. 20 Job 38, 16.)
v.3.p.603
  • Ἀπὸ τοῦ Ἠσαίου.
  • ‟ Ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα, παρακαλέσατε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ, ἰσχύσατε, μὴ φοβεῖσθε, ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμὰς. τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὤτα κωφῶν ἀκούσονται, τότε ἀλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανῆ ἔσται γλῶσσα μογιλάλων.”

    Καὶ τούτων ἔχεις ἐν τοῖς εὐαγγελίοις τὰ ἀποτελέσματα τοῦτο μὲν ὁπηνίκα τῷ σωτῆρι καὶ κυρίῳ ἡμῶν προσέφερον παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον, ὃν καὶ ὑγιῆ λόγῳ κατεστήσατο, τοῦτο δὲ ὅτε μυρίοι τυφλοὶ καὶ δαιμονιῶντες, ἔτι μὴν διαφόροις νόσοις καὶ μαλακίαις καταπονούμενοι, πρὸς τῆς αὐτοῦ σωτηρίου δυνάμεως τῶν παθῶν ἀπηλλάττοντο·

    οὐ μὴν ἀλλὰ καὶ δι’ ὧν εἰσέτι νῦν καθ’ ὅλης τῆς οἰκουμένης μυρία πλήθη πολυτρόποις κακίας εἴδεσι δεδεμένα, ἀγνωσίας τε τοῦ ἐπὶ πάντων θεοῦ τὰς ψυχὰς πεπληρωμένα, θαυμασίως καὶ ὑπὲρ πάντα λόγον τοῖς τῆς διδασκαλίας αὑτοῦ φαρμάκοις ἰᾶται καὶ θεραπεύει· πλὴν ὅτι καὶ θεὸς ἐν τούτοις ἀνηγόρευται κατὰ καιρὸν, ὡς ἂν τοιαῦτα ἐνεργῶν, ἤδη πρότερον ἡμῖν ἐν ταῖς περὶ τῆς θεότητος αὐτοῦ μαρτυρίαις ἀποδέδεικται.

    καὶ ἔπρεπέ γε νῦν γοῦν, εἰ καὶ ἄλλοτε, θεὸν αὐτὸν ὁμολογεῖσθαι, ὅτε καὶ ἔργα θείας καὶ ὡς ἀληθῶς ἐνθέου δυνάμεως ἐπεδείκνυτο. θεοῦ γὰρ μόνου ἦν καὶ οὐδὲ ἄλλου ῥωννύναι μὲν παρειμένους, ζωογονεῖν δὲ νεκροὺς, σωτηρίαν τε ἀσθενοῦσι παρέχειν, ἀνοίγειν τε ὀφθαλμοὺς τυφλῶν [*](2 Es. 35, 3.)

    v.3.p.604
    καὶ κωφῶν ὡσαύτως ἀκοὰς ἰᾶσθαι, χωλούς τε ἀνορθοῦν, , καὶ τοὺς τὴν γλῶτταν δεδεμένους εὐλάλους ἀποκαθιστᾶν, ἅπερ ἅπαντα ὑπὸ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ πέπρακται, οἶα ὑπὸ θεοῦ, καὶ μεμαρτύρηταί γε ὑπὸ πλειόνων τῶν καθ’ ὅλης τῆς οἰκουμένης κηρυξάντων αὐτόν.

    ὧν τὸ ἄπλαστον καὶ ἀληθὲς τῆς μαρτυρίας πιστοῦται διὰ βασάνων πεῖρα καὶ ἡ μέχρι θανάτου ἔνστασις, ἣν ἐπὶ βασιλέων ἀρχόντων τε καὶ ἡγεμόνων καὶ ὅλων ἐθνῶν ἐνεδείξαντο, τοῖς ὑπ’ αὐτῶν κηρυττομένοις ἀλήθειαν ἐπιμαρτυρήσαντες.

    τούτοις δὲ αὐτοῖς ἡγοῦμαι τοῖς εὐαγγελισταῖς αὐτοῦ καὶ ἀποστόλοις ἐπιφωνεῖν τὸ πνεῦμα τὸ προφητικὸν τὰ ἀπὸ τοῦ ‟ ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα.’ ἐπεὶ γὰρ τὰς χεῖρας καὶ ἴ’ τὰς πρακτικὰς δυνάμεις οὗτοι τάς τε βάσεις καὶ τὴν πορείαν ἀπὸ τῆς μακρᾶς περιόδου τῆς κατὰ τὸν Μωσέως νόμον λατρείας παρείθησαν, διεγείρων αὐτοὺς ἐπὶ τὴνκατὰ τὸ εὐαγγέλιον πολιτείαν, ‟ ἰσχύσατε φησὶ χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα,” εἰς ἑτοιμασίαν δηλαδὴ τοῦ κατὰ τὸ εὐαγγέλιον δρόμου.

    ἰσχύσατε δὲ καὶ εἰς τὸ παρακαλεῖν ἑτέρους καὶ παρορμᾶν ἔχεσθαι τῆς εὐαγγελικῆς σωτηρίας ὑμεῖς οἶ τὸ πρὶν ὀλιγόψυχοι, καὶ μή τις ὑμᾶς αἱρείτω φόβος τῶν ἔξωθεν ἀνθισταμένων τῷ εὐαγγελικῷ κηρύγματι, ἀλλὰ καὶ πρὸς τούτους ἰσχύσατε, καὶ μὴ φοβεῖσθε.

    θεὸς γὰρ ἦν καὶ θεοῦ λόγος, ἀλλ’ οὐ Μωσεῖ τις παραπλήσιος, οὐδέ τις τοῖς προφήταις ὅμοιος, οὐ μόνον τῶν παραδόξων ποιητὴς θαυμάτων, ἀλλὰ καὶ ὑμῖν αὐτοῖς τῆς ἰσχύος γεγονὼς αἴτιος.

    πίστις δ’ ἂν γένοιτο ἐναργεστάτη τῆς τοῦ προφητευομένου σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως, δι’ ἧς ἀληθῶς χωλοὺς καὶ τυφλοὺς καὶ λεπροὺς καὶ παρειμένους ἰάσατό

    v.3.p.605
    ποτε λόγῳ κατὰ τὰς περὶ αὐτοῦ γραφὰς, ἡ καὶ εἰσέτι νῦν ἐνεργουμένη πρὸς τῆς αὐτοῦ θεότητος καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀρετὴ, δι’ ἧς αὐτοῖς ἔργοις ὁποῖός τις ἦν καὶ τότε τοῖς οἵοις τε συνορᾶν ἐπιδείνυται, ὅτε καὶ ἐπὶ τοσούτοις μετὰ ταῦτα χρόνοις διαρκὴς καὶ ἀνίκητος καὶ ὡς ἀληθῶς θεοῦ λόγος ὁ πρὸς αὐτοῦ καταγγελθεὶς ἀποδείκνυται, πάντας ὑπερβαλλόμενος τοὺς ἀρχῆθεν καὶ μέχρι τοῦ νῦν τὴν διδασκαλίαν αὐτοῦ πολεμεῖν παρεσκευασμένους, ἐξ ἅπα σὴς τε τῆς οἰκουμένης ὑπαγόμενος ἑαυτῷ μυρία πλήθη, καὶ πάσης μὲν ἁμαρτίας καὶ τῶν κατὰ ψυχὴν παθῶν τε καὶ νοσημάτων τοὺς αὐτῷ προσιόντας ἀπαλλάσσων, ἐπὶ δὲ τὴν· εὐσεβῆ διδασκαλίαν αὑτοῦ πᾶν γένος Ἑλλήνων καὶ βαρβάρων προσκαλούμενος, μυρίους τε ὅσους προσάγων ἐπὶ τὴν τοῦ μόνου καὶ ἀληθοῦς θεοῦ γνῶσιν ἐπί τε τὸν ὑγιῆ καὶ σώφρονα βίον, ὃς δὴ καὶ πρέπων εἴη ἂν ἐπαγγελίᾳ θρησκείας τοῦ ἐπὶ πάντων θεοῦ.