Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟ Προφήτην ἐκ τῶν ἀδελφῶν σου ἀναστήσει σοι κύριος ὁ θεός σου, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ᾐτήσω παρὰ κυρίου τοῦ θεοῦ σου ἐν Χωρὴβ, τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, λέγοντες, οὐ προδθήσομεν ἀκοῦσαι τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν, καὶ τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἀποθάνωμεν · καὶ εἶπε κύριος πρός με, ὀρθῶς πάντα ὅσα ἐλάλησαν, προφήτην ἐκ τῶν ἀδελφῶν αὐτῶν ἀναστήσω αὐτοῖς ὥσπερ σὲ, καὶ δώσω τὸ ῥῆμά μου εἰς τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθ’ ὅ τι ἂν ἐντείλωμαι αὐτῷ, καὶ ὁ ἄνθρωπος ὃς ἐὰν μὴ ἀκούσῃ πάντα ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ.”

Ἐπίστησον ὅτι μηδεὶς παρ’ Ἑβραίοις Μωσεῖ παραπλήσιος προφήτης ἐγήγερται, τουτέστι νομοθέτης καὶ εὐσεβείας ἀνθρώποις εἰσηγητὴς, ἢ μόνος ὁ ἡμέτερος σωτὴρ, ὁ Χριστὸς τοῦ θεοῦ. πρὸς γοῦν τῷ τέλει τοῦ Δευτερονομίου λέγεται ‘οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωσῆς·” καὶ μὴν μυρίοι προφῆται μετὰ τοῦτον γεγόνασιν, ἀλλὰ οὐχ ὡς αὐτός.

ὅλον δὲ τοῦτο ἡ τοὐ θεοῦ ὑπόσχεσις ἐπαγγέλλεται, ἴνα τινὰ, οὐχὶ δὲ πολλοὺς, καὶ ὅμοιον ἀναστήσειν αὐτῷ. δηλοῖ δὲ τοῦτον νομοθέτην καὶ εὐσεβείας ἀν- θρώπων διδάσκαλον, οἶος μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ οὐδὲ ἄλλος ἀνδέδεικται, [*](4 Deut. 18, 15. 21 Deut. 34, 1.)

v.3.p.598
νομοθέτης ὁμοῦ καὶ προφήτης τοῦ τῶν ὅλων θεοῦ καὶ πατρὸς αὐτοῦ γενόμενος.

ἀλλ’ ὁ μὲν ἔθνους ἑνὸς ὁ Μώσης ἡγήσατο, καὶ κατάλληλα δὲ τούτῳ μόνῳ, οὐχὶ δὲ καὶ ἄλλοις ἔθνεσι νομοθετῶν ἀποδέδεικται · ὁ δέ γε Χριστὸς τοῦ θεοῦ, λαβὼν ἐπαγγελίαν παρὰ τοῦ πατρὸς τὴν ‘αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, ὡς ἂν μὴ μόνον Ἰουδαίοις, ἀλλὰ καὶ τῷ παντὶ τῶν ἀνθρώπων γένει καινὸς νομοθέτης εὐσεβείας ὑπὸ τοῦ πατρὸς καταστῆναι, τῇ πάντων τῶν ἐθνῶν κλήσει δυνατὴν καὶ ἁρμόδιον προβέβληται νομοθεσίαν.

θειοτέρᾳ γοῦν ἢ κατὰ Μωσέα δυνάμει κατὰ παντὸς τοῦ κόσμου τοὺς ἱεροὺς αὑτοῦ νόμους διὰ τῶν εὐαγγελιστῶν αὑτοῦ διετάξατο, μείζονι ἢ κατ’ ἄνθρωπον ἐξουσίᾳ νομοθετήσας, εἰπὼν ὅτι ‘ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, οὐ φονεύσεις · ἐγὼ δὲ λέγω ὑμῖν μηδὲ ὀργίζεσθαι εἰκῆ, ’ καὶ τὰ τούτοις ἀκόλουθα ὅσα δὴ ἐν ταῖς ἀναγράπτοις αὐτοῦ διδασκαλίαις ἐμφέρεται, ἐφ’ οἷς μαρτυρεῖ λέγων ὁ εὐαγγελιστὴς ὅτι ἐξεπλήττοντο πάντες ἐπὶ τῇ διδαχῇ αὐτοῦ · ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἶ γραμματεῖς αὐτῶν.”

Τὸν δὲ τρόπον τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας τε καὶ νομοθεσίας ἐν ἀρχαῖς τῆς παρούσης ὑποθέσεως διελθόντες, ὅτε τὸν Χριστιανισμὸν ὅ τι ποτέ ἐστιν εἰς φανερὸν ἤγομεν, ἐπ’ ἐκεῖνα καὶ νῦν τοὺς ἐντυγχάνοντας παραπέμψομεν. ἐπιστῆσαι δὲ τῷ λόγῳ ἄξιον, δι’ ὃν ὁ κύριος ὑπισχνεῖται προφήτην ἀναστήσειν αὐτοῖς.

ἐπειδὴ γὰρ κεκελεύκει μὲν αὐτὸς τῷ Μωσεῖ ἁγνίσαι τὸν πάντα λαὸν ἐφ’ ἡμέραις τρισὶν, ὡς ἂν γένοιντο θεαταὶ ὁμοῦ καὶ ἀκροαταὶ τῆς [*](6 Ps. 2, 3. 15 Matth. 5, 21. 19 Mattli. 7, 29.)

v.3.p.599
ἐνθέου ἐπιφανείας, οἶ δὲ ἐξησθένησαν πρὸς τὴν τοῦ θεοῦ χάριν · διὸ ἐν ἀρχῇ γενόμενοι τῆς θεωρίας παρῃτοῦντο λέγοντες τῷ Μωσεῖ ” σὺ λάλει πρὸς ἡμὰς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεὸς, ἔνα μὴ ἀποθάνωμεν·” εἰκότως διὰ ταῦτα ἀποδέχεται μὲν αὐτοὺς ὁ κύριος τῆς εὐλαβείας, φησὶ δὲ ‟ πάντα ὅσα ἐλάλησαν, προφήτην ἀναστήσω αὐτοῖς ἐκ μέσου τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ.

οὐκοῦν καὶ τὸ αἴτιον ἐδίδαξε τοῦ δίκην προφήτου μέλλειν αὐτὸν τὴν εἰς ἀνθρώπους ἐπιφάνειαν ποιεῖσθαι · τοῦτο δ’ ἦν ἀσθένεια καὶ τῆς κρείττονος θεωρίας παραίτησις.

ἔχεις τοιγαροῦν καὶ τὴν αἰτίαν τῆς ἐνανθρωπήσεως τοῦ θεσπιζομένου προφήτου. εἰκότως οὖν προσδοκῶντες αὐτὸν οἶ ἐκ περιτομῆς ἐπυνθάνοντο τοῦ βαπτιστοῦ Ἰωάννου, καὶ ἔλεγον‘ ὁ προφήτης εἷ σύ; ὁ δὲ ἔφη, οὔ.” ἀλλ’ ὁ Ἰωάννης τἀληθὲς ὁμολογῶν οὔτε προφήτης εἶναι ἠρνήσατο, ἦν γὰρ, ἀλλὰ τὸ αὐτὸς εἶναι ὁ προφήτης ὁ πρὸς τοῦ Μώσεως δεδηλωμένος · ὅτι δὲ ἀπεσταλμένος εἴη ἔμπροσθεν τοῦ προφήτου ἐκείνου ἐδίδασκε.

καὶ ἐπειδήπερ ὁ λόγος αὐτοῖς δὴ τοῖς ἐκ περιτομῆς ἀναστήσεσθαι τὸν προφήτην ἐθέσπιζεν, εἰκότως ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ἅτε δὴ αὐτὸς ὢν ὁ προκεκηρυγμένος, ‟οὐκ ἦλθον” φησὶν ‟ εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.” τοῖς δὲ ἀποστόλοις αὑτοῦ παρῄνει λέγων ‟ εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε, πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ·”

σαφῶς διδάσκων ὅτι δὴ αὐτοῖς προηγουμένως ἀπέσταλτο τῇ προφητείᾳ ἀκο- [*](3 Exod. 20, 19. Deut. 5, 27. 6 Deut. 18, 17. 15 Jo. 1, 21. 23 Matth. 15, 24. 25 Matth. 10, 6.)

v.3.p.600
λυυθως. επειδή ούκ έδέξαντο τήν χάριν, άπελέγχει μϊν αυτούς εν έτέροις λέγων ' διότι ήλθον, καϊ ούκ ήν άνθρωπος, έκάλεσα, καϊ ούκ ην ό υπακούων.” φησϊ προς αυτούς 'άρθήσεται άφ' ύμών ή βασι- λεία τού θεού, καϊ δοθήσεται έθι/ει ποιούντι τούς καρπούς αύτής.

καϊ τοίς γε αύτού μαθηταίς μετά τήν εκείνων παραίτησιν προατάττει ' πορενθέντες μαθητεύσατε πάντα τά έθνη έν τω ονόματι μου. ούτω δήτα ημείς μϊν τά έθνη τον προαναφωνηθέντα καϊ προς τού πατρός απεσταλμένο ν προφήτην, άτε νομο- θέτην άπασι γενόμενον άνθρώποις τής εις τον τών όλων θεόν εύσεβείας, διά τής σωτηρίου καϊ εύαγγε- λικής διδασκαλίας έγνωμεν καϊ κατεδεξάμεθα, πλη- ρουμένης κατά τό αύτό καϊ έτέρας προρρήσεως, δι ής είρηται 'κατάστησον, κύριε, νομοθέτην αύτοίς, γνώ- τωσαν έθνη ότι άνθρωποι είσιν.

τό δε Ιουδαίων έθνος μή παραδεξάμενον τον προφητευόμενον δίκην έτισε τήν άξιον κατά τήν θείαν πρόρρησιν φήσασαν “και ό άνθρωπος ός έάν μή άκούση πάντα όσα έάν λαλήση ο προφήτης έν τω ονόματι μον, έγώ έκδι- κήσω έξ αύτού.”

έκδεδίκηται γούν έκ τού λαού έκείνον πάν αϊμα έκχυθεν έπϊ τής γης, άπο αίμα- τος ”Αβελ έως αίματος Ζαχαρίου, καϊ αύτού γε έπϊ πάσι τού Χριστού, ου τό αίμα καθ' εαυτών έξαιτησά- μενοι και κατά τών ίδιων παίδων εισέτι νύν τής τολ- μηθείσης αντοίς άσεβείας τήν τιμωρίαν ύπέχουσιν.

[*](2 Εβ. 50, 2. 4 Μαΐΐΐι. 21, 43. 7 Μatth. 28, 19. 15 Ρs. 9. 20. 19 ϋβιιί. 18, 19. 22 Μatth. 23, 35.)
v.3.p.601
  • Ἀπὸ τοῦ Ἰώβ.