Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Θεὸν εἰς ἀνθρώπους ἀφίξεσθαι καὶ σὺν ἀνθρώ- ποις ἐπὶ γῆς πολιτεύσεσθαι, δύο τε ταῦτα μέγιστα τεκμήρια τῆς αὐτοῦ παρουσίας ἔσεσθαι, κλῆσιν ἐπ’ ἀναλήψει τῆς ἀληθοῦς θεογνωσίας τῶν ἀνὰ τὴν οἰκου- οἰκουμένην ἐθνῶν, ἀπόπτωσίν τε καὶ ἐρημίαν διὰ τὴν εἰς αὐτὸν ἀπιστίαν τοῦ Ἰουδαίων ἔθνους, ἐν τῷ πρὸ τού- του συγγράμματι διὰ τῶν προφητικῶν φωνῶν μεμα- θηκότες, ἐπισκεψάμενοί τε κατὰ τὸ αὐτὸ ὁποίου τέλους ἔτυχε τὰ προηγορευμένα, ἑξῆς καὶ ἀκολούθως ἐν ἑβ- δόμῳ τούτῳ συγγράμματι τῆς Εὐαγγελικῆς Ἀποδεί- ἀποδείξεως τὸν τρόπον ἐπιθεωρῆσαι πειρασόμεθα, καθ’ ὅν φησιν αὐτὸν τὴν εἰς ἀνθρώπους ποιήσασθαι πάροδον.

φέρε οὖν ἐντεῦθεν ἤδη σκοπήσωμεν ὁποῖός τις ὁ τρόπος ἔσεσθαι τῆς τοῦ θεοῦ εἰς ἀνθρώπους ἐπιδη- μιᾶς ἐθεσπίζετο, καὶ ποῦ γῆς γεννηθήσεσθαι προε- κηρύττετο,ἀπὸποίου τε γένους προελεύσεσθαι ἐβοᾶτο.

  • Ἀπὸ τοῦ Ἡσαΐου.