Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τίς δ’ οὐκ ἂν θαυμάσειεν ἀκούων τοῦ κυρίου διὰ τοῦ [*](13 Luc. 12, 49. 17 Matth. 4, 11.)

v.3.p.414
προφήτου λέγοντος ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, ὁρῶν καθ’ ὅλης τῆς τῶν ἀνθρώπων γῆς διὰ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ παρουσίας τε καὶ κλήσεως τὰς τῶν ἐθνῶν συναγωγὰς ἐπ’ ὀνόματος τοῦ Χριστοῦ συγκροτουμένας, τάς τε γλώσσας ἀπάντων τῶν ἐθνῶν ἐν παντοίαις διαλέκτοις ἀνθρώπων τὸν ἕνα θεὸν καὶ κύριον ἐπικαλουμένας; καὶ ἐπὶ πᾶσι δὲ τούτοις, τίς θεώμενος τῷ σωτηριώδει σημείῳ πάντας τοὺς εἰς Χριστὸν πεπιστευκότας σφραγῖδι χρωμένους, οὐκ ἂν εὐλόγως καταπλαγείη ἀκούων πρόπαλαι τοῦ κυρίου εἰρηκότος ‟καὶ ἥξουσι καὶ ὄψονται τὴν δόξαν μου, καὶ καταλείψω ἐπ’ αὐτῶν σημεῖον;”

ἐν μέρει μὲν οὖν ἐντεῦθεν ἤδη κατὰ τὴν προτέραν τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐπιφάνειαν αὐτοῖς ὀφθαλμοῖς ὁρῶμεν τῶν θείων χρησμῶν τὰ ἀποτελέσματα· γένοιτο δ’ ἂν ἐντελῆ ταῦτα καὶ κατὰ τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ παρουσίαν, ὅτε πάντα τὰ ἔθνη ὄψονται τὴν δόξαν αὐτοῦ, ἐρχόμενόν τε αὐτὸν ἐξ οὐρανῶν μετὰ δυνάμεως καὶ δόξης πολλῆς. ἀναχθείη δ’ ἂν εἰς ἐκεῖνο καιροῦ καὶ τὰ λοιπὰ τῶν ἐν τῇ προρρήσει δηλουμένων, ὡσπερ οὑν συστήσομεν κατὰ τὴν οίκείαν ὑπο- θεσιν.

Τοσούτων ἡμῖν ἐπὶ τοῦ παρόντος συνειλεγμένων περὶ τῆς εἰς ἀνθρώπους θεσπιζομένης ἔσεσθαι παρουσίας θεοῦ ἑξῆς ἂν εἴη ἐπισυνάψαι ὁποῖός τις ὁ τρόπος τῆς προτέρας αὐτοῦ εἰς τὸν ἀνθρώπινον βίον παρόδου γενήσεσθαι προανεφωνεῖτο.