Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη, ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοὶ, ὅτι ἐκραταιώθη ἐφ’ ἡμᾶς τὸ ἔλεος αὐτοῦ.” καὶ τὰ ἐξῆς ‟ὦ κύριε, σῶσον δὴ, ὦ κύριε, εὐόδωσον δή. εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν. ἡμῖν.”

Καὶ τούτου μέμνηται ἡ ἱερὰ τοῦ εὐαγγελίου γραφὴ τέλους τετυχηκότος ὁπηνίκα ὁ σωτὴρ καὶ κύριος ἡμῶν αὐτὸς ὁ Χριστὸς εἰσῄει εἰς τὰ Ἱεροσόλυμα, πολύ τε πλῆθος ἀνδρῶν καὶ παίδων προῆγεν αὐτὸν μετ’ εὐφροσύνης ἐπιβοώντων ‟ὡς ἀννᾶ τῷ υἱῷ τῷ Δαβὶδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Ξυρίου, ὡς ἀννᾶ ἐν τοῖς ὑψίστοις.” ἀντὶ γὰρ τοῦ ‟ ὦ κύριε σῶσον δή” κειμένου ἐν τῷ Ψαλμῷ τὸ ‟ὡς ἀννά” Ἑβραικώτερον φάσκοντες ἐπεβόων· ἑρμηνεύεται δὲ τοῦτο σῶσον δή.

καὶ τὸ ‟ εὐλογημένος ὁ ἐρχόμενος [*](23 Matth. 21, 9.)

v.3.p.361
ἐν ὀνόματι κυρίου” διασαφεῖ τὸ λόγιον ἐξῆς φάσκον ‘‘θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν.” οὐκοῦν εἷς καὶ ὁ αὐτὸς ἦν ὁ ἐπιφανεὶς ἡμῖν θεὸς κύριος, ὁ τοῦ θεοῦ δηλαδὴ λόγος, ὁ καὶ διὰ τοῦτο εὐλογημένος, ὅτι δὴ ἐν ὀνόματι κυρίου τοῦ πέμψαντος αὐτὸν πατρὸς τὴν εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν ἐποιήσατο. ἐλέγχων γοῦν τοὺς ἀπιστοῦντας αὐτῷ τῶν ἐκ περιτομῆς ἔλεγε πρὸς αὐτοὺς ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με. ἄλλος ἐὰν ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.” εἰκότως οὖν πνεῦμα τὸ ἅγιον οὐκέτι τῷ Ἰουδαίων λαῷ, ἀλλὰ πᾶσι τοῖς ἔθνεσι, τὰ ἐν τῇ ἀρχῇ τοῦ Ψαλμοῦ προσφωνεῖ.

  • Ἀπὸ Ψαλμοῦ ρμγ΄.