Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ δὴ μετὰ ταῦτα ἀκολούθως προφητεύει τὴν εἰς ἔρημον κατάστασιν τῶν μὴ ἐλθόντα παραδεξαμένων αὐτόν. ἔθετο γὰρ (φησὶ) ποταμοὺς εἰς ἔρημον καὶ διεξόδους ὑδάτων εἰς δίψος, γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ.” ἃ καὶ νοήσεις ἀναδραμὼν τοῦ Ἰουδαίων ἔθνους ἐπὶ τὴν πάλαι βοωμένην Ἱερουσαλὴμ, καὶ τὴν δόξαν καὶ τὴν ἐν θεῷ καρποφορίαν, τῶν ἐν αὐτῇ πολιτευομένων ἁγίων καὶ θεοφιλῶν ἀνδρῶν ἐπὶ τοῦ παρόντος ἐστερημένην.

μετὰ γὰρ τὴν τοῦ Χριστοῦ παρουσίαν ρουσίαν γέγονεν ἀληθῶς ἄκαρπος καὶ ἄνυδρος καὶ

v.3.p.360
παντελῶς ἔρημος, καὶ ὥς φησιν ἡ προφητεία ‟εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων αὐτήν.” ἐπισυνάπτει ἀκολούθως προφητικῷ αἰνιττόμενος τῆς πάλαι ἐρήμου καὶ διψάδος, ἤτοι πάσης ἀνθρώπου ψυχῆς, ἢ τῆς ἐξ ἐθνῶν ἐκκλησίας τὴν εἰς εὐσέβειαν μεταβολὴν, τήν τε ἐν θείοις λόγοις καρποφορίαν.

ἃ καὶ προδήλως αἰνίττεται λέγων ‘‘ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων” καὶ τὰ ἑξῆς· νοῆσαι μόνου τοῦ παρὰ θεῷ γένοιτ’ ἂν σοφοῦ, κατὰ τὴν ἐπὶ τέλει τοῦ Ψαλμοῦ φήσασαν ἐπαγωγὴν “τίς σοφὸς, καὶ φυλάξει ταῦτα;” καὶ τὰ ἑξῆς.

  • Ἀπὸ Ψαλμοῦ ρις΄.