Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ μαρτύριον δὲ τοῦ πάθους ᾐνίττετο τοῦ κυρίου ἐπιφέρων καὶ ἔσται κύριος ὁ θεὸς ὑμῶν εἰς μαρτύριον.” εἶθ’ ἐξῆς ὁ αὐτὸς προιὼν προφήτης, ὡς ἂν ἤδη προπαιδεύσας τὰ περὶ τῆς ὑπάρξεως τοῦ θεοῦ λόγου τῆς τε ἐξ οὐρανῶν αὐτοῦ καταβάσεως, καὶ ὡς τὰ αἴτια τῆς εἰς ἀνθρώπους αὐτοῦ παρουσίας προειπὼν, ἑπομένως τὴν εἰς ἀνθρώπους αὐτοῦ ἐσομένην γένεσιν, καὶ αὐτὸ δὴ χωρίον ἔνθα τεχθήσεσθαι ἔμελλεν, ὧδέ πως διδάσκει λέγων ‘καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα, ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.”

Ἐπιμελῶς δὲ πρόσσχες τίνα τρόπον τοῦ ἐπὶ τὴν Βηθλεὲμ, χωρίον δέ ἐστι τοῦτο τῆς Ἰουδαίας) φανησομένου τὰς ἐξόδους ἄνωθεν καὶ ἐξ αἰῶνος ὑφεστάναι φησὶ, τὴν ἔνθεον δηλῶν προΰπαρξίν τε καὶ οὐσίωσιν τοῦ ἐκ Βηθλεὲμ προελευσομένου ἄρχοντος. εἰ μὲν οὖν ἔχοι τις ἐφ’ ἕτερον ἀναφέρειν τὸν χρησμὸν, τίς οὗτος ἀποδεικνύτω· εἰ δ’ οὐκ ἔστιν εὑρεῖν ἕτερον τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς μόνος μετὰ τὴν προφητείαν ἐνθένδε ὡρμημένος βοᾶται, τί λοιπὸν ἐμποδὼν μὴ οὐχὶ συνομολογεῖν ἀλήθειαν τῇ προφητείᾳ, ἐπὶ μόνῳ αὐτῷ σαλευούσῃ τὴν πρόρρησιν; μόνος γοῦν οὗτος ἐπιφανὴς τῶν πώποτε γεγονὼς ἐκ τοῦ προειρημένου χωρίου τῆς Βηθλεὲμ μετὰ τοὺς τῆς προφητείας χρόνους τὸ ἀνθρώπειον ὑποδὺς σχῆμα προελήλυθεν, ἅμα τε τῇ αὐτοῦ παρουσίᾳ ἐπληροῦτο τὰ προηγορευμένα.

αὐτίκα γοῦν καὶ οὐκ εἰς [*](10 Mic. 5, 2.)

v.3.p.373
μακρὸν τῷ μὲν Ἰουδαίων ἔθνει ἕκαστα τῶν προπεφητευμένων σκυθρωπῶν ἀπήντα, τοῖς δὲ ἔθνεσι πάλιν τὰ ἀκόλουθα τοῖς θεσπίσμασιν, αὐτός τε οὕτος ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐκ Βηθλεὲμ ὁρμηθεὶς ἡγούμενος ἀνεδείχθη τοῦ κατὰ διάνοιαν Ἰρμηθεὶς οὕτω παντὸς τοῦ διορατικοῦ καὶ θεοσεβοῦς λαοῦ χρηματίζοντος. καὶ θέα γε ὅπως τὰς ἐξόδους αὐτοῦ τῆς ἐνθέου προϋπάρξεως ἀπ’ ἀρχῆς καὶ ἐξ ἡμερῶν αἰῶνος ἔχειν λέγεται, ὅπερ οὐκ ἂν ἁρμόσειεν ἀνθρώπου φύσει.

τούτοις ἐξῆς ὁ προφητικὸς λόγος ὑποβὰς μικρὸν καὶ νῦν πάλιν τῆς πάλαι νομικῆς θρησκείας τὴν περιγραφὴν καὶ τὴν καθαίρεσιν ὑποσημαίνει, ἐκ προσώπου τοὐ λαοῦ λέγων ‟ ἐν τίνι καταλάβω τὸν κύριον, ἐπιλήψομαι θεοῦ μου ὑψίστου; εἰ καταλήψομαι αύτὸν ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις; εἰ δῶ πρωτότοκα κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου;”

Ἐκ δὲ προσώπου τοῦ θεοῦ τοιάνδε αὐτοῖς τὴν ἀπόκρισιν ποιούμενος ‟εἰ ἀνηγγέλη σοὶ, ἄνθρωπε, καλόν; καὶ τί κύριος ἐκζητεῖ παρὰ σοῦ ἀλλ’ ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεος, καὶ ἕτοιμον εἷναι πορεύεσθαι ὀπίσω κυρίου τοῦ θεοῦ σου;”

Ἔχεις τοιγαροῦν κἀνταῦθα ἐπὶ τῇ προφητευομένῃ τοῦ κυρίου ἐξ οὐρανῶν εἰς ἀνθρώπους καθόδῳ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ πλεῖστα ὅσα σημαινόμενα, Ἰουδαίων ἀποβολὴν, ἐλέγχους τῶν ἀσεβειῶν αὐτῶν, καθαίρεσιν τῆς βασιλικῆς αὐτῶν μητροπόλεως, τῆς τε πάλαι πρότερον παρ’ αὐτοῖς ἐπιτελουμένης κατὰ Μωσέα λατρείας παραίτησιν· ἔμπαλιν δὲ περὶ τῶν ἐθνῶν ἀγαθὰς ἐπαγγελίας, ἐπίγνωσιν θεοῦ, καινὸν τρόπον εὐσεβείας, νόμον τε νέον καὶ λόγον ἐκ μὲν [*](13 Mic. 6, 6.)

v.3.p.374
τῆς Ἰουδαίων χώρας προελευσόμενον, εἰς πάντα δὲ τὰ ἔθνη διαδοθησόμενον, ἅπερ ὁποῖον τέλος καὶ ὁποίαν ἔκβασιν τῶν λόγων μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν ἐπιδέδεκται, σοὶ καταλείπω σκοπεῖν.

  • Ἀπὸ Ἀμβακούμ.