Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Σιῶν δὲ καὶ Ἱερουσαλὴμ καὶ τὸ καλούμενον ὄρος τοῦ οἴκου, ταῦτ’ ἦν ἐκεῖνα τὰ πρόσθεν δεδηλωμένα διὰ τοῦ ‟καὶ σαλευθήσονται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἶ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς 5 δι’ ἀσέβειαν Ἰακώρ. διὰ γὰρ τὰς δρασθείσας κατ’ αὐτοῦ δυσσεβείας εὐθὺς καὶ οὐκ εἰς μακρὸν καὶ τὰ ὄρη καὶ οἱ ἐν τούτοις οἰκοῦντες πεπολιόρκηντο, ἐμπρησμόν τε καὶ ἐσχάτην ἐρημίαν τὸ Σιῶν ὅρος ὑπέμεινε, καὶ γέγονε τὸ ὅρος τοῦ οἴκου τοῦ θεοῦ εἰς ἄλσος δρυμοῦ.

ταῦτα μὲν οὖν ἐπὶ τῇ τοῦ κυρίου ἐξ οὐρανῶν καθόδῳ περὶ ἐκείνους ἔσεσθαι καὶ ἡ παροῦσα προφητεία σημαίνει, ἃ καὶ ἐν- αργῆ τὴν ἔκβασιν εἴληφε μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν

εἰ γοῦν τι δύναται καὶ ἡ ἡμετέρα ἱστορία, καθ’ ἡμᾶς αὐτοὺς τὴν πάλαι βοωμένην Σιῶν ζεύγεσι βοῶν ὑπὸ Ῥωμαίων ἀνδρῶν ἀρουμένην ὀφθαλμοῖς παρειλήφαμεν, καὶ τήν γε Ἱερουσαλὴμ, ὡς αὐτό γέ φησι τὸ λόγιον, όπωροφυλακίου δίκην ἀπολειφθέντος, ἐν παντελεῖ καταστᾶσαν ἐρημίᾳ· ἃ καὶ δι’ οὐδὲν ἕτερον αὐτοῖς ἢ διὰ τὰς δυσσεβείας αὐτῶν συμβέβηκε, δι’ ἃς καὶ ὁ λόγος ὁ οὐράνιος ἐκ τοῦ οἰκείου τόπου προελήλυθε.

καὶ δι’ ἑτέρας δὲ αἰτίας ὁ τοῦ θεοῦ λόγος οὐρανόθεν κατεληλυθέναι τε καὶ ἐπιβεβηκέναι ἐπὶ τὰ ὕψη τῆς γῆς ἤδη πρότερον ἐλέγετο, ὅπως τὰ μὲν πάλαι ἐπαιρόμενα καὶ ὑπερυψούμενα κατὰ τῆς γνώσεως τοῦ θεοῦ ὅρη σαλευθῇ ὑποκάτωθεν αὐτοῦ, αἶ δυνάμεις δηλονότι αἶ ἀντικείμεναι, αἳ πρὸ τῆς αὐτοῦ παρουσίας μετὰ τῶν λοιπῶν ἀνθρώπων καὶ τὸ Ἑβραίων ἔθνος τοῖς τῆς δυσσεβείας καὶ εἰδωλολατρίας πράγμασι καταδεδούλωνται,) δεδούλωνται,) οἶ δὲ πονηροὶ δαίμονες, κοιλάδες ἐπικαλούμενοι διὰ τὸ ἐν χάσμασι σκοτίοις καὶ τοῖς τῶν

v.3.p.371
σωμάτων κοιλώμασιν ἐνδιατρίβειν) ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς τηκόμενοι, τῇ τοῦ θείου λόγου δυνάμει ἐξ ἀνθρώπων ἀποφύγοιεν, καὶ ἑτέρα δ’ ἂν εἴη παρὰ ταύτας αἰτία οὐχ ἡ τυχοῦσα τῆς ἐξ οὐρανῶν καθόδου τοῦ κυρίου, ἣν ὁ λόγος ἐπισημαίνεται, ὅπως πάντα τὰ ἐπὶ γῆς ἔθνη, τῶν δαιμόνων ἀπελασθέντων καὶ τῶν ἀρχοντικῶν πνευμάτων σεισθέντων, τῆς πάλαι αὐτῶν σκληρᾶς καὶ ἀκινήτου τυραννίδος ὑπαναπνεύσαντα, τὴν ἐπίγνωσιν τοῦ ἐπὶ πάντων ἀναλάβῃ θεοῦ.

καὶ αὐτὰ ὧδέ πως αἱ τῆς αὐτῆς προφητείας φωναὶ ἑξῆς καὶ κατὰ τὸ αὐτὸ ὑπὸ μίαν συνάφειΒαν διανοίας κηρύττουσι ‟καὶ ἔσται ἐπ’ τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ σπεύσουσιν ἐπ’ αὐτὸ λαοὶ, καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι, δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακὼβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ. ἐκ γὰρ Σιῶν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν.

Τοιαῦτα καὶ περὶ τῆς τῶν ἐθνῶν κλήσεως, ἃ καὶ ὁποίας ἔχεται διανοίας, ὅπως τε καὶ αὐτὰ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν τέλος εἴληφεν, ἐπὶ σχολῆς ἄν τις καταμάθοι. ἀκολούθως γε μὴν τούτοις ἀρχόμενος ὁ τῆς προφητείας λόγος, ὡς ἂν ἐπὶ σωτηρίᾳ οὐ μόνον τοῦ Ἰουδαίων ἔθνους, ἀλλὰ γὰρ καὶ τῶν ἐθνῶν ἁπάντων τῆς τοῦ κυρίου εἰς ἀνθρώπους καθόδου γενησομένης, τοῖς λαοῖς καὶ τοῖς ἐπὶ τῆς γῆς ἅπασιν ἐπιφωνεῖ, λέγων ‟ἀκούσατε λαοὶ πάντες, καὶ [*](12 Es. 2, 2.)

v.3.p.372
προσεχέτω ἡ γῆ, καὶ πάντες οἱ ἐν αὐτῇ.”