Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἐπειδὴ τὰ προσήκοντα περὶ τῆς ἐνανθρωπήσεως τοῦ σωτῆρος ἡμῶν ἐν τῷ πρὸ τούτου συγγράμ- ματι, τρίτῳ ὄντι τῆς Εὐαγγελικῆς Ἀποδείξεως, αὐτάρκως ἡμῖν διαπεπόνηται, καιρὸς ἤδη καὶ ἀπορρητοτέρων ἐφάψασθαι λόγων τῶν περὶ τῆς κατ’ αὐτὸν μυστικωτέρας θεολογίας.

ὁ μὲν οὖν περὶ τοῦ πρώτου καὶ ἀïδίου, μόνου τε ἀγεννήτου καὶ ἐπὶ πάντων αἰτίου τῶν ὅλων, πανηγεμόνος τε καὶ παμβασιλέως θεοῦ κοινὸς ἅπασιν ἀνθρώποις ἐστὶ λόγος· ἴδιος δὲ καὶ κοινὸς αὖθις Ἑβραίων καὶ ἡμῶν ὁ περὶ Χριστοῦ· ὃν πὴ μὲν ὁμοίως ἡμῖν ταῖς παρ’ αὐτοῖς ἑπόμενοι γραφαῖς ἔτι νῦν ὁμολογοῦσι, πῆ δὲ μακρὰν ἀποπίπτουσι, μήτε τὴν θεότητα συνορῶντες αὐτοῦ, μήτε τὰ αἴτια τῆς παρουσίας εἰδότες, μήτε μὴν τοὺς χρόνους καθ’ οὓς ἥξειν ἀνείρηται εἰς ἀνθρώπους περιδρασσόμενοι.

οἶ μὲν γὰρ ἔτι καὶ νῦν ἥξειν μέλλοντα προσδοκῶσιν, ἡμεῖς δ’ ἤδη μὲν εἰς ἅπαξ ἀποδείκνυμεν ἐλθόντα, καὶ δευτέραν δ’ αὐτοῦ μετὰ τῆς ἐνθέου δόξης παρουσίαν ταῖς τῶν θεοφόρων προφητῶν προρρήσεσί τε καὶ διδασκαλίαις πειθόμενοι ἰδεῖν εὐχό- μέθᾳ. διττοῦ δ’ ὄντος τοῦ κατ’ αὐτὸν λόγου ὁ μὲν νεώτερος ἂν εἴη, χθὲς καὶ πρώην εἰς ἀνθρώπους εἰσηγμένος· ὁ δὲ παντὸς χρόνου καὶ πάντων αἰώνων

v.3.p.211
πρεσβύτερος.

βουληθεὶς γὰρ ὁ θεὸς, ἅτε μόνος ὢν ἀγαθὸς ἀγαθοῦ τε παντὸς ἀρχὴ καὶ πηγὴ, τῶν αὐτοῦ θησαυρῶν πλείους ἀποφῆναι κοινωνοὺς, ἄρτι τε μέλλων τὴν λογικὴν πᾶσαν προβάλλεσθαι κτίσιν, ἀσωμάτους τινὰς νοερὰς καὶ θείας δυνάμεις, ἀγγέλους τε καὶ ἀρχαγγέλους, ἄϋλά τε καὶ πάντη καθαρὰ πνεύματα, προσέτι δὲ ψυχὰς ἀνθρώπων ἄφετον καὶ ἐλεύθερον τῆς αὐθεκουσίου περὶ τὸ καλὸν ἢ τοὐναντίον αἱρέσεως τὴν φύσιν ἐπαγομένας, ὅσα τε τούτοις ὄργανα σωμάτων ἔμελλεν ἔσεσθαι ποικίλων ἀγωγῆ κατάλληλα βίων, χώρας τε τούτοις ἅπασι καὶ τόπους διανέμειν οἰκείους· μείνασι μὲν γὰρ ἀγαθοῖς τοὺς κρείττονας, ἔμπαλιν δὲ τοὺς προσήκοντας, τῆς ἐπὶ τἀναντία ῥοπῆς τὰ σωφρονιστήρια·) προλαβὼν τὸ μέλλον, οἷα θεὸς, τῇ προγνώσει, συνιδών τε τούτων ἁπάντων πρὶν γενέσθαι ὡς ἐν μεγάλῳ σώματι κεφαλῆς δεησομένων, ἴνα τὸν τῆς δημιουργίας ἁπάσης οἰκονόμον ἡγεμόνα τε καὶ βασιλέα τῶν ὅλων προτάξασθαι ᾤετο δεῖν, ᾗ καὶ τὰ θεῖα μυσταγωγεῖ λόγια πρὸς τῶν ἄνωθεν παρ’ Ἑβραίοις θεολόγων τε καὶ προφητῶν ἀνδρῶν τεθεσπισμένα·

παρ’ ὧν δὴ μαθεῖν ἔνεστιν ὡς ἄρα μία μὲν εἴη τῶν ὅλων ἀρχὴ, μᾶλλον δὲ τὸ καὶ ἀρχῆς ἀνώτερον, καὶ πρώτου προγενέστερον, καὶ μονάδος ἀρχεγονώτερον, καὶ πάσης κρεῖττον προσηγορίας, ἄρρητον, ἀνέκφραστον, ἀπερινόητον, ἀγαθὸν, τὸ πάντων αἴτιον, τὸ ποιητικὸν, τὸ εὐεργετικὸν, τὸ προνοητικὸν, τὸ σωτήριον, αὐτὸς ὢν ὁ εἷς καὶ μόνος θεὸς, ἐξ οὗ τὰ πάντα, δι’ ὃν τὰ πάντα ἐστίν· ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν.

ὅ τι δὴ θέλει, τοῦτο γοῦν καὶ εἴη ἂν τὸ μόνον τῆς τῶν [*](29 V. Rom. 11, 36. Act. 17, 28.)

v.3.p.212
γεννητῶν ἁπάντων οὐσιώσεως τε καὶ ὑπάρξεως αἴ- τιον· θέλοντος γάρ ἐστι, θέλει δὲ, ὅτι τὴν φύσιν ἀγαθὸς ὢν τυγχάνει. ἀγαθῷ δὲ οὐδὲν ὅτι μὴ τὸ θέλειν τὰ ἀγαθὰ προσφυές.

θέλων δὲ ταῦτα καὶ δύναται· διὸ καὶ θέλων ὁμοῦ καὶ δυνάμενος, ἀκωλύτως καὶ ἀπαραποδίστως πᾶν ὅ τι καλὸν καὶ συμφέρον ἔν τε ὁρωμένοις καὶ ἀφανέσιν αὐτὸς ἑαυτῷ συνεστήσατο, ὕλην ὥσπερ τινὰ καὶ οὐσίαν τῆς τῶν ὅλων γενέσεως τε καὶ συστάσεως τὴν ἑαυτοῦ βουλὴν καὶ δύναμιν προβεβλημένος, ὡς μηκέτι εὐλόγως φά- ’ναι δεῖν ἐξ οὐκ ὄντων εἶναί τι τῶν ὄντων· οὐδὲ γὰρ ἂν εἴη τι τὸ ἐκ μὴ ὄντος. πῶς γὰρ τὸ μὴ ὂν ἑτέρῳ τοῦ εἶναι γένοιτ’ ἂν αἴτιον; πάν δὲ ὅ τι ποτε καὶ ἔστιν ἐξ ἑνὸς τοῦ μόνου ὄντος καὶ προόντος, τοῦ δὴ καὶ φήσαντος “ἐγώ εἰμι ὁ ὢν,” τὸ εἶναι λαβὸν ἔχει·

ὅτι δὴ μόνος ὢν καὶ ἀεὶ ὢν αὐτὸς πᾶσι τοῖς ἐξ αὐτοῦ τὸ εἶναι κτησαμένοις αἴτιος τοῦ εἶναι κατέστη τῷ θέλειν καὶ τῷ δύνασθαι, καὶ τὴν οὐσίαν τοῖς πᾶσι καὶ τὰς δυνάμεις καὶ τὰ εἴδη πλουσίως καὶ ἀνεπιφθόνως ἐξ αὑτοῦ κεχαρισμένος.