Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τοῦτο δὲ ὅτι μὴ ἀθεεὶ τῇ περὶ τοῦ σωτῆρος ἡμῶν διδασκαλίᾳ συνειςῆλθεν τίς οὐκ ἂν ὁμολογήσειε, διανοηθεὶς ὡς οὐ ῥᾴδιον ἦν τοῖς μαθητοῖς ταῖς αὐτοῦ πορείαν ἐπὶ τῆς ἀλλοδαπῆς στείλασθαι, διεστώτων πρὸς ἄλληλα τῶν ἐθνῶν, καὶ μηδεμιᾶς οὔσης ἐν αὐτοῖς ἐπιμιξίας διὰ τὰς πολλὰς ἐθναρχίας· ὧν περιῃρημένων ἀφύβως ἤδη καὶ ἐπ’ ἀδείας τὸ προκείμενον ἥνυον, τὴν πορείαν αὐτοῖς προεξευμαρίσαντος τοῦ ἐπὶ πάντων θεοῦ, καὶ τοὺς θυμοὺς τῶν κατὰ πόλεις δεισιδαιμόνων φόβῳ τῆς μείζονος ἀρχῆς καταστείλαντος.

λόγισαι γὰρ ὡς εἰ μηδὲν τὸ κωλῦον ἦν τοὺς περὶ τὴν πολύθεον πλάνην ἐπτοημένους τῇ τοῦ Χριστοῦ πολεμεῖν διδασκαλίᾳ, πάλαι ἂν ἑώρας κατὰ πόλεις καὶ κατὰ ἀγροὺς ἐμφυλίους στάσεις, διωγμούς τε καὶ πολέμους οὐ τοὺς τυχόντας, εἰ δὴ ἐφ’ ἑαυτοῖς εἶχον οἱ δεισιδαίμονες τὴν ἐπ’ αὐτῶν ἐξουσίαν.

νῦν δὲ καὶ τοῦτο δεοῦ τοῦ ἐπὶ πάντων ἔργον ἦν, τὸ μείζονι φόβῳ τῆς ἀνωτάτω ἀρχῆς τοὺς ἐχθροὺς τοῦ οἰκείου λόγου καταδουλῶσαι· προκόπτειν γὰρ αὐτὸν ὁσημέραι καὶ εἰς πάντας ἀνθρώπους αὔξειν βούλεται.

πάλιν τε αὖ ὡς μὴ νομισθείη κατὰ συγχώρησιν τῶν κρατούντων διαρκέσειν, εἴποτέ τις τούτων πονηρίᾳ ληφθεὶς τῷ τοῦ Χριστοῦ λόγῳ πολεμεῖν προύθετο, καὶ τοῦτο πράτ-

v.3.p.209
τειν ἐνεδίδου τὸ καταθύμιον, ὁμοῦ μὲν εἰς ἔνδειξιν τῶν τῆς εὐσεβείας ἀθλητῶν, ὁμοῦ δὲ καὶ εἰς τὸ τοῖς πάσι φανερὸν καταστῆναι ὅτι μὴ ἐξ ἀνθρώπων ἦν βουλῆς, ἀλλ’ ἐκ τῆς τοῦ θεοῦ δυνάμεως ἡ τοῦ λόγου σύστασις.

αὐτίκα τίς οὐκ ἂν θαυμάσειε τὰ συμβαίνειν κατὰ τοὺς τοιούσδε καιροὺς εἰωθότα ; οἱ μὲν γὰρ τῆς εὐσεβείας ἀθληταὶ τὸ πρὶν ἀνθρώποις γε τοῖς πᾶσι διάδηλοι καὶ διαπρεπεῖς ἐγίνοντο, τῶν παρὰ τῷ θεῷ κατηξιωμένοι βραβείων· οἱ δὲ τῆς εὐσεβείας πολέμιοι τὰς προσηκούσας ἐξέτινον δίκας, θεηλάτοις μάστιξιν οἰστρούμενοι καὶ πᾶν τὸ σῶμα δεινοῖς καὶ ἀνιαροῖς πάθεσι διαφθειρόμενοι, ὥστε ἤδη καὶ εἰς ὁμολογίαν τῆς κατὰ Χριστοῦ δυσσεβείας ἥκειν περιελαθῆναι.

οἶ δέ γε λοιποὶ πάντες τῆς ἐνθέου προσηγορίας ἠξιωμένοι καὶ τὰ Χριστοῦ φρονεῖν αὐχοῦντες, ἐπ’ ὀλίγον γεγυμνασμένοι τοῖς πειρατηρίοις, τὸ δὲ γνήσιον καὶ εἰλικρινὲς τοῦ φρονήματος ἐπιδειξάμενοι, τὴν οἰκείαν αὖθις ἀπελάμβανον ἐλευθερίαν, εἰς μεῖζον ὁσημέραι δι’ αὐτῶν ἐκλάμποντος τοῦ σωτηρίου λόγου, καὶ ἐν αὐτοῖς γε μέσοις τοῖς ἐχθροῖς κατακρατοῦντος,

μὴ μόνον τε τῶν ὁρατῶν πολεμίων κατεξανισταμένους, ἀλλὰ καὶ τῶν ἀοράτων, εἴ τινες ἄρα εἶεν ἀμφὶ τὸν περὶ γῆν ἀέρα ζοφώδη πονηροὶ δαίμονες καὶ ἄρχοντες τούτων, οὓς καὶ αὐτοὺς οἶ γνήσιοι τοῦ Χριστοῦ μαθηταὶ δι’ ἁγνείας βίου καὶ τῶν πρὸς τὸν θεὸν εὐχῶν διά τε τῆς αὐτοῦ ἐνθέου προσηγορίας ἐξελαύνοντες, σημείων τῶν πάλαι ἱστορουμένων ὑπ’ αὐτοῦ γεγονέναι παραδόξων, καὶ ἐν τούτῳ τοῖς συνορᾶν δυναμένοις τὰ τεκμήρια τῆς ἐνθέου ἀρετῆς αὐτοῦ διαδεικνύντες.

Ἀλλὰ γὰρ τῶνδε κατὰ καιρὸν προγεγυμνασμένων καιρὸς ἤδη καλεῖ τῆς μυστικωτέρας περὶ αὐ-

v.3.p.210
τοῦ θεολογίας ἐφάψασθαι, καὶ τὸν θεὸν λόγον, ὅστις ποτ’ ἣν ὁ διὰ τοῦ φαινομένου ἀνδρὸς τἀς θαυματουργίας ἐκτελῶν, ἐποπτεῦσαι.