Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

διὸ καὶ εἴρηται αὐτῷ ὑπὸ τοῦ καταπέμψαντος αὐτὸν πατρὸς ‘ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους.” μαρτύριον δὲ τοῖς ἔθνεσί φησιν, ὥστε πάντα τὰ ἔθνη τὰ μηδεπώποτέ τι περὶ Χριστοῦ μεμαθηκότα, γνόντα τὴν περὶ αὐτοῦ οἰκονομίαν, καὶ τίς ἦν ἐν αὐτῷ δύναμις, ἐπικαλέσασθαι αὐτὸν, καὶ τοὺς μὴ πάλαι πρότερον εἰδότας αὐτὸν λαοὺς ἐπ’ αὐτὸν καταφεύξεσθαι.

καὶ τί με δεῖ μηκύνειν τὸν λόγον, παρὸν ἐξ αὐτῶν τῶν προφητικῶν λέξεων, ὧν τε παρατέθειμαι καὶ ὧν ἐπὶ σχολῆς μνημονεύσω ἐν ταῖς θείαις φερομένων γραφαῖς, ὅτῳ φίλον ἀναλέξασθαι τἀς προφητικὰς φωνὰς, αὐτόθεν [*](3 Hos. 2, 23. 12 Es. 42, 1. 6. 14 Es. 42, 4. 18 Es. 49, 8.)

v.3.p.100
EUSEBII κατασιγάζειν τοὺς ἐκ περιτομῆς φάσκοντας μόνοις αὐτοῖς τὰς ἐπαγγελίας τοῦ θεοῦ δεδωρῆσθαι, ἡμᾶς δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν περιττοὺς εἷναι καὶ τῶν θείων ὑποσχέσεων ἀλλοτρίους· δέδεικται γὰρ ἔμπα- λιν ὡς τεθέσπιστο τὰ μὲν ἔθνη πάντα τῆς Χριστοῦ παρουσίας ἀπολαύσειν, τὰ δ’ Ἰουδαίων πλήθη ἀποπεσεῖσθαι τῆς πρὸς τοὺς αὐτόν προγόνους ἐπαγγελίας διὰ τὴν εἰς Χριστὸν αὐτῶν ἀπιστίαν, σπανίων ἐξ αὐτῶν εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν πιστευσάντων, καὶ διὰ τοῦτο τῆς ἐπηγγελμένης πνευματικῆς ἀπολυτρώσεως δι’ αὐτοῦ τευξομένων·

περὶ ὧν καὶ ὁ θαυμάσιος ἀπόστολος διδάσκει που λέγων ‟Ἡσαΐας δὲ κραυγάζει ὑπὲρ τοῦ Ἰσραὴλ, ἐὰν ᾖ ὁ τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται· λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον ποιήσει κύριος ἐπὶ τῆς γῆς. καὶ καθὼς προεῖπεν Ησαΐας, εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὧς Γόμορρα ἂν ὡμοιώθημεν.”

οἶς μεθ’ ἕτερα ἐπιφέρει λέγων ‟μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ; μὴ καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ ἐκ σπέρματος Ἀβραὰμ, φυλῆς Βενιαμίν. οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ, ὃν προέγνω.

ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφὴ, ὧς ἐντυγχάνει τῷ θεῷ, λέγων περὶ τοῦ Ἰσραὴλ, κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου, τοῦ λαβεῖν αὐτήν; ἀλλὰ τί λέγει ὁ χρηματισμός; κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους κισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ [*](21 Rom. 11, 1.)

v.3.p.101
Βάαλ. οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατὰ ἐκλογὴν χάριτος γέγονεν.”

Διὰ τούτων γὰρ ὁ ἀπόστολος σαφῶς ἐπὶ τῇ τοῦ παντὸς Ἴου δαίων ἔθνους ἀποπτώσει ἑαυτὸν καὶ τοὺς αὐτῷ παραπλησίους ἀποστόλους τε καὶ εὐαγγελιστὰς τοῦ σωτῆρος ἡμῶν πάντας τε τοὺς ἔτι καὶ νῦν ἐξ Ἰουδαίων εἰς τὸν Χριστὸν πιστεύσαντας τὸ σπέρμα εἶναι διασαφεῖ τὸ ὑπὸ τοῦ προφήτου ὠνομασμένον κατὰ τὸ ‟εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν σπέρμα. τοῦτο δὲ εἶναι καὶ τὸ ἐν ταῖς λοιπαῖς προφητείαις δηλούμενον ὑπόλειμμα τοῦ παντὸς, ὅπερ φησὶν κατ’ ἐκλογὴν χάριτος πεφυλάχθαι.

περὶ οὗ ὑπολείμματος φέρε πάλιν τὰ ἀπὸ τῶν προφητῶν ἐξαπλώσωμεν, ὡς ἂν παρασταίη διὰ πλειόνων ὅτι μὴ ἀδιακρίτως παντὶ τῷ Ἰουδαίων ἔθνει τὴν τοῦ χριστοῦ παρουσίαν σωτήριον ἔσεσθαι ὑπέσχετο ὁ θεὸς, ἀλλ’ ὀλίγοις καὶ κομιδῆ σπανίοις τοῖς εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν πεπιστευκόσιν, ὥσπερ οὖν καὶ τὸ ἔργον ἀκολούθως ταῖς προρρήσεσιν ἐπηκολούθησεν.

  • λς΄. ᾿Απὸ τοῦ Ἡσαΐου.
  • Ὅτι μὴ εἰς πᾶν Ἰουδαίων ἔθνος, ἀλλ’ εἰς ὀλίγους αὐτῶν διήκει τὰ τῶν θείων ἐπαγγελιῶν.

    ‟Ἡ γῆ ὑμῶν ἔρημος, αἶ πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτὴν, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιῶν ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις πολιορκουμένη. καὶ εἰ μὴ [*](23 Es. 1, 7.)

    v.3.p.102
    κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.”

    Ἀρχόμενος ὁ μέγας καὶ θαυμάσιος προφήτης τῆς οἰκείας βίβλου τὴν πᾶσαν τῆς προφητείας ὑπόθεσιν κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῆς Ἰερουσαλὴμ ὅρασιν καὶ θεωρίαν περιέχειν διδάσκει, ἔπειτα τὸ πὰν Ἰουδαίων ἔθνος ἀπελέγχει, πρῶτα μὲν λέγων “ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοὐ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν.’

    εἶτα τὸ πᾶν ἔθνος ταλανίζων ἐπιφέρει ‘‘οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι.”

    Τούτοις ἐν ἀρχῇ τῆς βίβλου κατ’ αὐτῶν χρησάμενος τοῖς ἐλέγχοις, καὶ προδιδάξας τὰς αἰτίας τῆς μελλούσης ἐπιφέρεσθαι κατ’ αὐτῶν προρρήσεως, ἑξῆς ἀπάρχεται φάσκων ‟ἡ γῆ ὑμῶν ἔρημος”, μὴ ἐρήμου καθ’ οὓς προεφήτευε χρόνους. ‟αἱ ὑμῶν πυρίκαυστοι·” μηδὲ τούτου πω γεγενημένου, ἀλλ’ οὐδὲ τὴν χώραν αὐτῶν τότε ἤσθιον ἀλλότριοι· καὶ ὅμως φησὶν “τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν” καὶ τὰ ἑξῆς.

    εἰ οὑν ἐπὶ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετέλθοις παρουσίαν καὶ τοὺς ἐξ ἐκείνου καὶ εἰς δεῦρο χρόνους, πάντα ἂν εὕροις τὰ εἰρημένα πληρούμενα. ἥ τε γὰρ θυγάτηρ Σιὼν, (αὕτη δὲ ἦν ἡ ἐπὶ ὄρους τοῦ καλουμένου Σιῶν ἐπιτελουμένη θρησκεία), ἀπὸ τῆς Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν παρουσίας ἐγκαταλέλειπται ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον κίον ἐν σικυηράτῳ, καὶ εἴ τι τούτων ἐρημότερον· τήν τε χώραν αὐτῶν ἀλλότριοι ἐνώπιον αὐτῶν κατεσθί- [*](8 Es. 1, 3.)

    v.3.p.103
    οὖσι, τοτὲ μὲν δασμοὺς καὶ φόρους αὐτοὺς εἰσπραττόμενοι, τοτὲ δὲ ἴδιον ἑαυτῶν κτῆμα τὴν πάλαι τῶν Ἰουδαίων γῆν πεποιημένοι· ἀλλὰ καὶ τὸ ἱερὸν τὸ εὐπρεπὲς τῆς μητροπόλεως αὐτῶν ἠρείπωται κατεστραμμένον ὑπὸ λαῶν ἀλλοτρίων, αἴ τε πόλεις αὐτῶν πυρίκαυστοι γεγόνασι, καὶ γέγονεν Ἰερουσαλὴμ ἀληθῶς πόλις πολιορκουμένη.

    ἀλλ’ ἐπεὶ τούτων περὶ αὐτοὺς συμβεβηκότων ὁ τῶν ἀποστόλων χορὸς οἱ τε ἐξ Ἑβραίων εἰς τὸν Χριστὸν πεπιστευκότες γονίμου δίκην σπέρματος ἐξ αὐτῶν ἐκείνων διεφυλάχθησαν, καθ’ ὅλης τε τῆς οἰκουμένης καὶ εἰς πᾶν γένος ἀνθρώπων διελθόντες πᾶσαν πόλιν καὶ τόπον καὶ χώραν τοῦ οἰκείου καὶ Ἰσραηλιτικοῦ σπόρου κατέπλησαν, ὥστε ἑ ’ξ αὐτῶν στάχυς τὰς ἐπ’ ὀνόματος τοῦ σωτῆρος ἡμῶν ὑποστάσας ἐκκλησίας φῦναι, εἰκότως ὁ θεῖος προφήτης ἐπιλέγει ταῖς προαποφανθείσαις κατ’ αὐτῶν ἀπειλαῖς, “εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.

    ὅπερ συναγαγὼν ἐπὶ τὸ σαφὲς ἑρμηνεύει ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ὁ ἱερὸς ἀπόστολος “ ‘Ησαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραὴλ, ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται. λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει κύριος ἐπὶ τῆς γῆς. καὶ καθὼς προείρηκεν Ἡσαΐας, εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.

    οἷς αὖθις προστίθησι λέγων ‟μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ; γένοιτο. καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ ἐκ σπέρματος Ἀβραὰμ φυλῆς Βενιαμίν. οὐκ ἀπώσατο ὁ θεὸς τὸν [*](17 Rom. 9, 29. 21 Rom. 9, 27. 28 Rom. 11, 1.)

    v.3.p.104
    λαὸν αὐτοῦ ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφὴ, ὡς ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ Ἰσραὴλ, κύριε τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυ- σιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσί μου τὴν ψυχὴν, τοῦ λαβεῖν αὐτήν. ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν.”

    Ὅτι δ’ οὐκ εἰς ἄλλον καιρὸν, ἀλλ’ εἰς τὸν τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ συν- τείνει ἡ προφητεία, ἑξῆς ὁ λόγος μετὰ τὸ φάναι “εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν,” τὸν πάντα τῶν Ἰουδαίων λαὸν λαὸν Γομόρρας ὀνομάσας, τοὺς δὲ ἡγουμένους αὐτῶν ἄρχοντας Σοδόμων, ἐπιφέρει παραίτησιν τῆς κατὰ Μωσέα θρησκείας καὶ τῆς διὰ τοῦ σωτῆρος ἡμῶν πᾶσιν ἀνθρώποις κατηγγελμένης διαθήκης τὸν τρόπον, λέγω δὲ τὸν διὰ λουτροῦ παλιγγενεσίας, λόγον τε ἄντικρυς νέον καὶ νόμον εἰσῆκται ἐν τῇ περὶ τῶν τοιούτων προρρήσει.

    λέγει δ’ οὖν ‘‘ἀκούσατε λόγον κυρίου ἄρχοντες Σοδόμων, προσέχετε νόμον θεοῦ λαὸς Γομόρρας, τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν;” καὶ τὰ ἐξῆς, ἅπερ οἰκεῖα ὄντα τῆς κατὰ Μωσέα νομοθεσίας ἀνελὼν ἀντεισάγει ἀφέσεως ἁμαρτημάτων ἕτερον τρόπον, τὸν διὰ τοῦ σωτηρίου λουτροῦ καὶ τοῦ σὺν τούτῳ κηρυττομένου βίου λέγων ‘λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν· καὶ τὰ ἐξῆς.

    ἄρχοντας δὲ Σοδόμων, καὶ λαὸν Γομόρ- [*](22 Es. 1, 10. 27 Es. 1, 16.)

    v.3.p.105
    ρων δι’ ἣν αἰτίαν αὐτοὺς ὠνόμασεν, ὁ αὐτὸς παρέστησε παραχρῆμα εἰπὼν ‟αἱ γὰρ χεῖρες ὑμῶν πλήρεις αἵματος.”

    καὶ αὖθις δὲ ὑποβὰς λέγει “τὴν ἀνομίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ’ ἑαυτῶν, εἰπόντες ὅτι δήσομεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν·

    σαφέστατα αἵματός τινος καὶ ἑνὸς δικαίου μεμνημένος ἐπιβουλῆς, τίνος δὲ ἄρα ἢ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ χριστοῦ, δι’ ὃν καὶ μεθ’ ὃν ἅπαντα μετῆλθον αὐτοὺς τὰ προηγορευμένα.

  • λζ΄. Τοῦ αὐτοῦ Ἡσαΐου.