Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“οὕτω λέγει κύριος, ποπιον τὸ βιβλίον τοῦτο τοῦ ἀποσταςίου τῆς μητρὸς ὑμῶν, ἐν ᾧ ἐξαπέστειλα Αὐτήν; ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς; ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα την μητερα ὑμῶν· διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα.καὶ οὐκ ἦν ὁ ὑπακουςόμενος,” καὶ τὰ ἑξῆς.

Οἷς ἐπιλέγει “οἱ πορευόμενοι ἐν σκότει, καὶ οὐκ ἔστιν αὐτοῖς φῶς· πεποίθατε ἀπὶ τῷὀνόματι κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ θεῷ ὑμῶν. ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε καὶ κατισχύσατε φλόγα. Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾖ ἐξξκαύεσατε. δι’ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε.” καὶ τὰ ἑξῆς.

οἷς ἐπιλέγει “ἀκούσατέ μου, ἀκούσατέ μου· λαός μου, καὶ οἱ βασιλεῖς πρός με ἐνωτίσασθε, ὅτι νόμος παρ’ ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται ὡς φῶς τὸ σωτήριόν μου, καὶ ἐπὶ τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν.”

λε΄ Ἐκ τοῦ αὐτοῦ.

Ἔλεγχος τῶν ἀσεβημάτων τοῦ τῶν Ἰουδαίων ἐθνους καὶ ἀπόπτωσις Αὐτῶν τῆς εὐσεβείας, τῆς δὲ τῶν ἐθνῶν ἁπάντων κλήσεως Δήλωσις.

“Μὴ οὐχὶ ἰσχύει ἡ χεὶρ κυρίου τοῦ σῶσαι, ἢ ἐβάρυνεν τὸ οὖς αὐτοῦ τοῦ μὴ ἀκοῦσαι; ἀλλὰ τὰ [*](5 Es. 50,1. 11 Es .50,10. 18 Es .51,4. 28 Es. 59 1.)

v.3.p.95
ἁμαρτήματα ὑμῶν διίστησιν ἀνάμεσον ὑμῶν, καὶ ἀνάμεσον τοῦ θεοῦ, καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀφ’ ὑμῶν τοῦ μὴ ἐλεήσαι· αἶ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι, καὶ οἶ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις,

τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ. οὐδεὶς λαλεῖ δίκαια, οὐδ’ ἔστιν ἡ κρίσις ἀλη- θινή· πεποίθασιν ἐπὶ ματαίοις, καὶ λαλοῦσι κενὰ, ὅτι κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν·

ὠὰ ἀσπίδων ἔρρηξαν, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι, καὶ ὁ θέλων τῶν ὠῶν αὐτῶν φαγεῖν συντρίψας οὔριον εὗρε καὶ ἐν αὐτῷ βασιλίσκον, ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων αὐτῶν· τὰ γὰρ ἔργα αὐτῶν ἔργα ἀνομίας, οἶ δὲ πόδες αὐτῶν ἐπὶ πονηρίαν τρέχουσι· ταχινοὶ ἐκχέαι αἷμα, καὶ οἶ διαλογισμοὶ αὐτῶν διαλογισμοὶ ἀφρόνων· σύν- τριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, αἶ τρίβοι αὐτῶν διεστραμμέναι, ἃς διοδεύουσιν, καὶ οὐκ οἴδασιν εἰρήνην.

διὰ τοῦτο ἀπέστη ἡ κρίσις ἀπ’ αὐτῶν, καὶ οὐ μὴ καταλάβῃ αὐτοὺς δικαιοσύνη. ὑπο- μεινάντων φῶς, ἐγένετο αὐτοῖς σκότος· μείναντες αὐγὴν, ἐν ἀωρίᾳ περιεπάτησαν. ψηλαφήσουσιν ὡς τυφλοὶ τοῖχον, καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσι, πεσοῦνται ἐν μεσημβρίᾳ ὡς ἐν μεσονυκτίῳ· ὡς ἀποθνήσκοντες στενάξουσιν· ὡς ἄρκος καὶ περιστερὰ ἅμα πορεύσονται.” καὶ τὰ ἑξῆς.

οἶς ἐπιλέγει “ καὶ φοβηθήσονται οἶ ἀπὸ δυσμῶν τὸ ὄνομα κυρίου, καὶ οἱ ἀπὸ ἀνατολῶν ἡλίου, τὸ ὄνομα τὸ ἔνδοξον.”

Ἀλλὰ γὰρ πλείστων ὅσων οὐσῶν περὶ τῆς αὐτῆς [*](26 Es. 59, 19.)

v.3.p.96
ὑποθέσεως προφητειῶν, ταῖς παρατεθείσαις μαρτυρίαις ἀρκεσθησόμεθα καὶ κατὰ καιρὸν αὖθις ἀναλαβόν- τες ἐξομαλίσομεν, ἡγούμενοι τέως δαψιλέσι ταῖς λέξεσι καὶ ταῖς ἀπὸ τούτων μαρτυρίαις κεχρημένοι ἱκανῶς ἀποδεδειχέναι μηδὲν πλέον ἔχειν Ἰουδαίους τῶν λοιπῶν ἐθνῶν.

εἴτε γὰρ τῆς τοῦ θεοφιλοῦς Ἀβραὰμ εὐλογίας μόνους αὐτούς φασιν εἶναι κοινωνοὺς διὰ τὸ ἐξ αὐτοῦ κατάγειν τὸ γένος· ἀλλὰ καὶ τοῖς ἔθνεσι τῆς ἴσης τῷ Ἀβραὰμ οὐ μόνον, ἀλλὰ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ εὐλογίας μεταδώσειν ἐπήγγελται, διαρρήδην εὐλογηθήσεσθαι ὁμοίως αὐτοῖς πάντα τὰ ἔθνη προειπὼν, καὶ ὑπὸ μίαν καὶ τὴν αὐτὴν εὐφροσύνην τοῖς μακαρίοις καὶ θεοφιλέσι καὶ τὰ λοιπὰ ἔθνη ἀνακαλούμενος κατὰ τὸ “εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ·’

καὶ‘ ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ·” εἴτε ἐπὶ βασιλείᾳ τοῦ θεοῦ, ὡς ἂν αὐτοῦ γεγονότες κλῆρος, φρυάττονται· ἀλλὰ καὶ ἐπὶ πάντα τὰ λοιπὰ ἔθνη βασιλεύσειν ὁ θεὸς θεσπίζεται σπίζεται ‟εἴπατε γὰρ, φησὶν, ἐν τοῖς ἔθνεσιν, κύριος ἐβασίλευσε·”

καὶ πάλιν ‟ἐβασίλευσεν ὁ θεὸς ἐπὶ πάντα τὰ ἔθνη·” εἴτε ἐπὶ τὸ ἱερουργεῖν καὶ τῷ θεῷ λατρεύειν ἐξειλέχθαι αὀτοὺς φαῖεν, δεικτέον ὡς καὶ τοῖς ἔθνεσι τῆς ἴσης ὁ λόγος μεταδώσειν ἐπήγγελται θεραπείας λέγων ‟ἐνέγκατε τῷ κυρίῳ αἱ τῶν ἐθνῶν, ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν. μήν. ἄρατε θυσίας, καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ.

οἷς καὶ τὸ παρὰ τῷ Ἡσαΐᾳ συνάψεις λόγιον τὸ φῆσαν ‟ἔσται θυσιαστήριον τῷ κυρίῳ χώρᾳ Αἰγύπτου, . . . καὶ γνώσονται οἱ Αἰγύπτιοι [*](14 Deut. 32, 43. 15 Ps. 47, 9. 19 Ps. 96, 10. 20 Ps. 47, 8. 24 Ps. 96, 7. 28 Es. 19, 19.)

v.3.p.97
τὸν κύριον. καὶ ποιήσουσι θυσίας, καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν.’ ἔνθα καὶ ἐπιστήσεις ὡς ἐκτὸς τῆς Ἱερουσαλὴμ ἐπὶ τῆς θυσιαστήριον τῷ κυρίῳ συστήσεσθαι, καὶ θύσειν αὐτόθι τοὺς Αἰγυπτίους καὶ εὔξεσθαι εὐχὰς, καὶ ἀποδώσειν τῷ κυρίῳ προφητεύεται.

οὐ μόνον δὲ ἄρα ἐπὶ τῆς Αἰγύπτου, ἀλλὰ καὶ ἐπ’ αὐτῆς τῆς ἀληθοῦς Ἱερουσαλὴμ, ἥτις ποτὲ αὕτη νοεῖται, πάντα τὰ ἔθνη, καὶ αὐτοί γε οἶ πάντων δεισιδαιμονέστατοι Αἰγύπτιοι τὴν κατὰ διάνοιαν θεωρουμένην σκηνοπηγίαν ἑορτάσειν ὑπὸ τῆς προφητείας ἀνακαλοῦνται.

εἰ δὲ καὶ πάλαι πρότερον ‘ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἱακὼβ, σχοίνισμα κληρονομίας Ἰσραὴλ,” ἀλλ’ ὕστερόν ποτε καὶ τὰ ἔθνη πάντα τῷ κυρίῳ δοθήσεσθαι κλῆρος εἴρηται φήσαντος αὐτῷ τοῦ πατρὸς‘‘ αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. καὶ γὰρ κατακυριεύσειν οὐ τῆς Ἰουδαίας, ἀλλ’ ἀπὸ θαλάσσης ἴως θαλάσσης καὶ περάτων τῆς οἰκουμένης προφητεύεται ‟πάντα τε ἔθνη δουλεύσουσιν αὐτῷ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.

τούτου δὲ ἦν αἴτιον τὸ γνωρίσαι τῶν ὅλων θεὸν τὸ σωτήριον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν. σεσημείωται δὲ ἡμῖν ἤδη πρότερον τὸ Ἰησοῦς ὄνομα εἰς τὴν ἀπὸ τῆς Ἑβραίων μεταβαλλόμενον φωνῆς σωτήριον ἑρμηνεύεσθαι, ὡς μηδὲν ἕτερον εἶναι τὸ σωτήριον τοῦ θεοῦ ἢ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προσηγορίαν.

μαρτυρεῖ τούτῳ καὶ ὁ Συμεὼν ἐν τῷ εὐαγγελίῳ, ὃς λαβὼν τὸ παιδίον, αὐτὸν δὴ τὸν Ἰησοῦν, μετὰ χεῖρας ἐπηύξατο ‟νῦν ἀπολύεις [*](12 Deut. 32, 9. 16 Ps. 2, 8. 19 Ps. 72, 11. 27. 30 Luc. 2, 29.)

v.3.p.98
δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν. αὐτὸ γοῦν τὸ σωτήριον καὶ ὁ ψαλμῳδὸς ἐδήλου λέγων ‟ἐγνάρισε κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ.’

καὶ κατὰ τὸν Ἠσαίαν τοῦτ’ αὐτὸ τὸ σωτήριον ἰδόντες πάντες ἄνθρωποι προσκθνήσειν λέγονται τῷ τῶν ὅλων θεῷ τὸ σωτήριον αὐτοῦ τοῖς πᾶσιν ἀφθόνως κεχαρισμένῳ· καὶ προσκυνήσειν γε αὐτῷ οὐκ ἐπὶ τῆς κάτω Ἱερουσαλὴμ τῆς κατὰ Παλαιστίνην, ἀλλ’ ἕκαστον ἐκ τοῦ τόπου αὐτοῦ, καὶ πάντας τοὺς ἐν ταῖς νήσοις τῶν ἐθνῶν· ὅτε καὶ πληρωθήσεται τὸ φάσκον λόγιον ἐπικαλεῖσθαι πάντας ἀνθρώπους οὐκ ἔτι τοὺς πατρῴους θεοὺς, οὐδὲ τὰ εἴδωλα καὶ τοὺς δαίμονας, ἀλλὰ τὸ ὄνομα κυρίου, καὶ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἔνα, ἐκ περάτων τε ποταμῶν Αἰθιοπίας προσοίσουσιν αὐτῷ τὰς λογικὰς καὶ ἀναίμους θυσίας διὰ τῆς τοῦ Χριστοῦ καινῆς διαθήκης, οὐκ ἐπὶ τῆς κάτω Ἱερουσαλὴμ, οὐδ’ ἐν τῷ πρὸς ταύτῃ θυσιαστηρίῳ, ἀλλ’ ἐν τοῖς δηλουμένοις πέρασι τῆς Αἰθιοπίας ἀνενεχθησομένας.

εἰ δὲ καὶ μέγα τί ἐστιν λαὸν εἶναί τε καὶ χρηματίζειν θεοῦ, καὶ ἴν γε τοῦτο τῶν μεγίστων θείων ἐπαγγελιῶν τυγχάνει, τὸ ὑπ’ αὐτοῦ λέγεσθαι περὶ τῶν ἀξίων αὐτοῦ ‟ἔσομαι αὐτ’ θεὸς, θεὸς, καὶ αὐτοὶ ἔσονται λαός ἐσεμνύνετό τε πρὶν εἰκότως ὁ Ἰσραὴλ ἐπὶ τῷ ὡς μόνος λαὸς ὢν τοῦ θεοῦ, ἀλλὰ καὶ τοῦτο τὸ ἀγαθὸν ἐπιδημήσας ὁ κύριος τοῖς ἔθνεσι χαριεῖσθαι ὑπισχνεῖται λέγων ‟ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ [*](5 Ps. 97, 2. 26 Jer. 31, 33. 30 Zach. 2, 10.)

v.3.p.99
σου, καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον, καὶ ἔσονται αὐτῷ εἰς λαόν.·

περὶ ὧν καὶ ἁρμόσει λέγεσθαι, ‘καὶ ἐρῶ τῷ οὐ λαῷ μου, λαός μου εἶ σύ. καὶ αὐτὸς ἐρεῖ, κύριος ὁ θεός μου εἶ σύ.” εἰ δὲ αὐτός ἐστι καὶ οὐδ’ ἄλλος ὁ Χριστὸς ὁ ἐκ ῥίζης Ἰεσσαὶ βλαστήσειν προφητευόμενος, καὶ τοῦτό γε καὶ αὐτοῖς Ἑβραίοις ἀνωμολόγηται, ὡς μηδένα μηδαμῶς περὶ τούτου γε ἀμφισβητεῖν, ὅρα ὅπως καὶ οὗτος ἀναστήσεσθαι ἐπὶ τὸ ἄρχειν οὐ τοῦ Ἰσραὴλ, ἀλλὰ τῶν ἐθνῶν ἀναπεφώνηται, τά τε ἔθνη ἐλπίσειν ἐπ’ αὐτῷ, ἀλλ’ οὐχ ὅ γε Ἰσραὴλ λέλεκται, ἐπειδήπερ αὐτὸς ἦν ἡ προσδοκία τῶν ἐθνῶν.

διὸ καὶ κρίσιν τοῖς ἄθνεσιν ἐξοίσειν λέγεται καὶ εἰς φῶς ἐθνῶν γενήσεσθαι· καὶ πάλιν ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι, καὶ εἰς σωτηρίαν δοθήσεσθαι οὐ μόνοις Ἰουδαίοις, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις τοῖς ἕως ἐσχάτου τῆς γῆς.