Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ὃπως δὲ καὶ τοῖς οἰκείοις προσεφέρετο μα- θεῖν ἔστιν ἀφ’ ὧν διδάσκει φάσκων “ εἰ δὴ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης, κρινομένων αὐτῶν πρὸς ἐμέ.”

Καὶ πάλιν τὸν λογισμὸν ἀποδίδωσι “ τί γὰρ ποιήσω ἐὰν ἔτασίν μου ποιῆται ὁ θεός ; πότερον οὐχ ὡς ἐγὼ ἐγενόμην ἐν σαρκὶ, οὕτως κἀκεῖνοι γεγόνασι; γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ.

[*](1 Job. 31, 5. 8 Matth. 5, 27. 13 Job. 31, 9. 16 Job. 31, 11. 20 Job. 31, 7. 24 Job. 31, 13. 27 Job. 31, 14.)
v.3.p.38

Τούτοις ἐπιλέγει “ χήρας τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα. εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος, καὶ οὐχὶ ὀρφανῷ μετέδωκα, εἰ δὲ καὶ εἶδον γυμνὸν ἀπολλύμενον, καὶ οὐκ ἠμφίεσα.”

Καὶ πάλιν ὑποβὰς λέγει εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα, εἰ δὲ καὶ ηὐφράνθην πολλοῦ πλούτου μοι γενομένου, εἰ δὲ καὶ ἐπ’ ἀναριθμήτοις ἐθέμην χεῖρά μου.

Καὶ τὸν λογισμὸν αὖθις ἐπιλέγει ἢ οὐχ ὁρῶμεν ἥλιον ἐπιφαύσκοντα καὶ ἐκλείποντα, καὶ σελήνην δὲ φθίνουσαν;

Εἶτα πάλιν τῆς εὐαγγελικῆς διδασκαλίας φη- σάσης ‘‘ἐρρέθη τοῖς ἀρχαίοις, ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου. ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, αὐτοφυεῖ διδασκαλίᾳ προλαβὼν ὁ θαυμάσιος τοὔργον ἀπεπλήρου· διό φησιν “εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην ἐπὶ πτώματι ἐχθροῦ μου, καὶ εἶπεν ἡ καρδία μου, εὑ γε, ἀκούσαι ἄρα τὸ οὑς μου τὴν κατάραν μου.”

Καὶ ἐπιλέγει “ ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο, ἐπεὶ μὴ ἀλλό- τριος τοῦ φήσαντος “ ξένος ἤμην, καὶ συνηγάγετέ με.”

οἶα δὲ αὐτοῦ καὶ τὰ περὶ τῶν ἀκουσίων πλημμε- λημάτων ἐπάκουσον λέγοντος “ εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου, οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους, τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτῶν. εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν τὴν ’ θύραν μου] κόλπῳ κενῷ, χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν, συγγραφὴν δὲ ἣν εἶχον κατά τινος εἶ μὴ [*](1 Job. 31, 16. 5 Job. 31, 24. 9 Job. 31, 26. 13 Matth. 5, 43. 17 Job. 31, 29. 20 Job. 31, 32. 22 Matth. 25, 35. 24 Job. 31, 33.)

v.3.p.39
ῥήξας αὐτὴν ἀπέδωκα, οὐδὲν λαβὼν παρὰ χρεωφειλέτου. ”

Ταῦτα ἦν καὶ τὰ τοιαῦτα τῶν πρὸ Μώσεως θεοφιλῶν ἀνδρῶν, ἐξ ἑνὸς γὰρ καὶ τὸν τῶν λοιπῶν τεκμαίρεσθαι προσήκει βίον) τὰ περιύμνητα τῆς θεο- σεβείας ἆθλα, δι’ ἃ καὶ φίλοι θεοῦ καὶ προφῆται κατηξιώθησαν.

τοιούτοις δ’ οὖσι τίς ἔτι χρεία ἦν τῶν παρὰ Μωσεῖ παραγγελμάτων φαύλοις ἀνδράσι καὶ μοχθηροῖς παραδεδομένων ; οὐκοῦν διὰ τούτων ἀπάντων τὸν ἀρχαιότατον τῆς τῶν προπατόρων θεο- σεβείας τρόπον ὁ Χριστοῦ λόγος πᾶσι καταγγείλας τοῖς ἔθνεσι προφανῶς ἀποδέδεικται, ὡς εἶναι τὴν καινὴν διαθήκην οὐδ’ ἄλλην ἐκείνης τῆς ἀρχαιοτάτης τῶν Μώσεως χρόνων εὐσεβοῦς πολιτείας, ὥστε ὁμοῦ καὶ παλαιὰν αὐτὴν εἶναι καὶ νέαν · παλαιτάτην μὲν διὰ τὰ ἀποδεδειγμένα, νέαν δὲ αὖθις διὰ τὸ μακροῖς τοῖς μεταξὺ χρόνοις ὥσπερ ἀποκρυβεῖσαν ἐξ ἀνθρώ- πων αὖθις ἀναβεβιωκέναι διὰ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας.

τοῦτόν γέ τοι τὸν μεταξὺ δηλούμενον χρόνον ἕως συνέβαινε λανθάνειν ἀνθρώπους, καὶ ὥσπερ ἐφησυχάζειν τὸν τῆς καινῆς διαθήκης τρό- πον, ὁ Μώσεως ἐν τῷ μεταξὺ παρεισελθὼν νόμος οἷά τις νηπίων καὶ ἀτελῶν ψυχῶν ἐπίτροπος καὶ οἰκονόμος, ἢ καὶ ἰατρὸς δεινῇ καὶ Αἰγυπτιακῇ νόσῳ τετρυχωμένῳ τῷ παντὶ Ἰουδαίων ἔθνει, αὐτοῖς δὴ τοῖς τοῦ ‘ Αβραὰμ ἀπογόνοις, μὴ οἵοις τε οὖσιν ὁμοίως τοῖς προπάτορσι κατορθοῦν, τὸν ὑποβεβηκότα καὶ ἀτελῆ βίον παρεδίδου.

ἐπειδὴ γὰρ ἐν τῇ παρ’ Αἰγυπτίοις διατριβῇ οὗτοι μετὰ τὴν τόν θεοφιλῶν προπατόρων τελευτὴν ταῖς Αἰγυπτιακαῖς ὁμοιοτροπίαις ἀπα- χθέντες ἐπὶ τὴν πολύθεον, ὡς ἔφην, δεισιδαιμονίαν ἀποπεπτώκεσαν, ὡς μηδὲν τῶν Αἰγυπτίων πλέον

v.3.p.40
ἔχειν δοκεῖν, γεγονέναι δὲ κάτα πάντα ὁμοίους αὐτοῖς, κατά τε τὴν τῶν εἰδώλων πλάνην, ἔν τε τοῖς ἄλλοις ἐγχειρήμασιν ’ εἰκότως, ὥσπερ ἐκ βυθοῦ κακῶν ἀνιμώμενος αὐτοὺς ὁ Μώσης, ἀφίστη μὲν τῆς ἀθέου πολυθείας, ἀνῆγε δὲ ἐπὶ τὸν πάντων δημιουργὸν θεὸν, πρῶτον ἐκεῖνον βαθμὸν εὐσεβείας ὡς ἐν εἰσαγωγαῖς καὶ προθύροις τῶν τελεωτέρων προβεβλημένος.

ἔπειτα οὐ φονεύειν, οὐ μοιχεύειν, οὐ κλέπτειν, οὐκ ἐπιορκεῖν, οὐκ ἄρρενας ἄρρεσιν ἐπιμαίνεσθαι, οὐ μητράσιν, οὐκ ἀδελφαῖς, οὐ θυγατράσιν ἐπιμίγνυσθαι, οὐδ’ ὅσα τοιαῦτα τοῖς τότε πράττειν ἐξῆν ἀφόβως, συνεχώρει.

παραλαβὼν δὲ ἐξ ἀνημέρου καὶ θηριώδους βίου λογικωτέραν καὶ εὔνομον ἐν τοῖς τότε χρόνοις πολιτείαν πρῶτος ἐπὶ γῆς διὰ γραφῆς συνεστήσατο, οὔπω τότε πᾶσιν ἀνθρώποις ἐκφανοῦς ὄντος οὐδὲ τοῦ τοιουδὶ τρόπου.

εἶτα δὲ ὡς ἂν ἀτελέσιν ἀπειπὼν τὴν εἰδωλολα- τρίαν, θυσίαις καί τισι σωματικωτέροις τὸν ἴνα καὶ ἐπὶ πάντων θεὸν θεραπεύειν παρεκέλευε, διά τινων ἀπορρητοτέρων ἰδία συμβόλων τὴν κατ’ αὐτὸν θρησκείαν ἐπιτελεῖν νομοθετήσας, ἣν καὶ θαυμασίως τῷ θείῳ πνεύματι συνιδὼν οὐκ εἰς ἄπειρον δεῖν περιέπειν, ὑφ’ ἔνα τόπον περιέγραψεν, ὁρίσας μὴ ἀλλα- χόσε συντελεῖν τὰ κατ’ αὐτὸν νόμιμα, ἢ ἐν μόνῳ ἑνὶ τόπῳ, οὗτος δ’ ἦν ὁ ἐν ‘Ιεροσολύμοις, ἔξω δὲ τούτου μηκέτι.

ὅθεν εἰς ἔτι καὶ δεῦρο παισὶν Ἑβραίων οὐ θεμιτὸν ἄλλοσε ἐκτὸς τῆς καθῃρημένης αὐτῶν μητροπόλεως οὔτε θύειν κατὰ τὸν νόμον, οὔτε ἱερὸν οὔτε θυσιαστήριον ἐγείρειν, οὔτε χρίειν ἱερέας οὔτε βασιλέας, οὔτε τὰς κατὰ Μωσἐα πανηγύρεις καὶ ἑορλείας ἐκτελεῖν, οὐ μιασμοῦ καθαίρεσθαι, οὐ πλημμε- λείας ἀπολύεσθαι, οὐ δῶρα τῷ θεῷ προσφέρειν, οὐχ

v.3.p.41
ἱλεοῦσθαι κατὰ τὰ νενομοθετημένα.

διόπερ καὶ τῇ Μώσεως εἰκότως ὑποβέβληνται κατάρᾳ, ἐν μέρει μὲν φυλάττειν τινὰ πειρώμενοι, ἐν δὲ τοῖς ὅλοις παρανομοῦντες, διαρρήδην Μώσεως ἀποφηναμένου ” ὅτι δὴ ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσι τοῖς ἐγγεγραμμένοις τοῦ νόμου, τοῦ ποιήσαι αὐτά.”

Τούτοις δὲ πᾶσι περιπεπτώκασιν, αὐτοῦ Μωσέως θείῳ πνεύματι προειληφότος, ὅτι δὴ τῆς διὰ Χριστοῦ καινῆς διαθήκης ἀνανεωθείσης καὶ τοῖς πᾶσιν ἔθνεσι καταγγελθείσης περιττή τις ἔσται ἡ κατ’ αὐτὸν νομοθεσία, ἣν εἰκότως ὑφ’ ἴνα τόπον περιώ- ρισεν, ἵνα, εἴ ποτε τούτου στερηθεῖεν καὶ ἀποκλεισθεῖεν τῆς οἰκείας ἐλευθερίας, μηκέτ’ αὐτοῖς ἐξὸν εἴη ἐπὶ τῆς ἀλλοδαπῆς τὰ κατ’ αὐτὸν νόμιμα συντελεῖν, ὧς καὶ ἐξ ἀνάγκης τὴν δευτέραν διαθήκην τὴν διὰ Χριστοῦ κατηγγελμένην γενέσθαι παραδεκτέον.

αὐτὸ δὴ οὖν τοῦτο Μώσεως προηγορευκότος ὁμοῦ τε ὁ Χριστὸς ἐπεδήμει τῷ βίῳ καὶ τῆς καινῆς διαθή- κης προεβάλλετο πᾶσι τοῖς ἔθνεσι διδασκαλία, παραχρπῆμά τε ‘ Ρωμαῖοι τὴν πόλιν ἑλόντες πολιορκίᾳ κα- θεῖλον τὰ ‘ Ιεροσόλυμα καὶ τὸν αὐτόθι νεών· λέλυτό τε αὐτίκα πᾶσα ἡ Μώσεως διάταξις, καὶ τὰ τῆς παλαιᾶς περιῄρητο διαθήκης, τά τε τῆς ἀρᾶς μετῄει τοὺς παρὰ καιρὸν τὰ Μώσεως πράττειν παρανομοῦντας, εἰς αὐτὰ βιαζομένους ’ ἀντεισήγετο δὲ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ τῆς νέας καὶ ἐντελοῦς διδασκαλίας τὰ νόμιμα.

διόπερ εἰκότως ὁ σωτὴρ καὶ κύριος τοῖς οἰομένοις ἐν μόνῃ τῇ ‘ Ιερουσαλὴμ ἢ ἐν ὄρεσί τισιν ἢ τόποις ἀφωρισμένοις δεῖν τὸν θεὸν προσκυνεῖν φησιν “ ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἶ ἀληθινοὶ προσ- [*](5 Deut. 27, 26. 30 Job. 4, 23.)

v.3.p.42
κυνηταὶ προσκυνήσουσιν οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν ‘ Ιερουσαλὴμ τῷ πατρί· πνεῦμα γὰρ ὁ θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.”