Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‘Αλλὰ καὶ ὁ κατ’ ἀρετὴν βίος ἥ τε κατὰ εύδέβειαν πολιτεία ὥσπερ τοῖς ἔθνεσιν ἅπασι διὰ τῆς τοῦ Χριστοῦ νουθεσίας κεκήρυκται δίχα τῆς κατὰ Μωσἐα διαταγῆς, οὕτως καὶ τοῖς παλαιοῖς ἐκείνοις ὁ αὐτὸς τῆς εὐσεβείας κατωρθοῦτο τρόπος.

οὔγ οὖν σώματος αὐτοῖς περιτομῆς ἔμελεν, ὅτι μηδ’ ἡμῖν· οὔτε ἀποχῆς τῶν τοιῶνδε ζῴων βρώσεως, ὅτι μηδὲ ἡμῖν. αὐτίκα τὸν Μελχισεδὲκ ὁ Μώσης εἰσάγει ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου, οὐ τὸ σῶμα περιτετμημένον, οὐ μύρῳ σκευαστῷ κατὰ Μωσέα κεχρισμένον, οὐ σάβ- βατον τί ποτ’ ἐστὶν εἰδότα, οὐδ’ ὅλως τι τῶν μετὰ ταῦτα τῷ παντὶ Ἰουδαίων ἔθνει διὰ Μώσεως παρηγγελμένων ἐπαίοντα, ἄντικρυς δὲ κατὰ τὸ Χριστοῦ ὢ εὐαγγέλιον βιοῦντα.

πλὴν ἀλλ’ ὅμως ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου φησὶν αὐτὸν ὁ Μώσης γεγονέναι, καὶ τοῦ ‘ Αβραὰμ κρείττονα. εἰσῆκται γοῦν τὸν ‘ Αβραὰμ εὐλογῶν. τοιοῦτός τις ἦν καὶ Νῶε, ἄνθρωπος δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ, ὃν καὶ ζώπυρον σπέρμα τῷ γένει τῶν ἀνθρώπων ἐν τῇ τοῦ κατακλυσμοῦ φθορᾷ πάντων τῶν ἐπὶ γῆς ἀπολλυμένων ὁ τῶν ὅλων θεὸς διεφύλαξεν.

οὐδὲν γοῦν οὐδὲ οὗτος τῶν ‘ Ιουδαϊκῶν ἐθῶν ἐπιστάμενος, οὔτε ἐν περιτομῇ σώματος οὔτ’ ἐν τοῖς ἄλλοις τοῖς ὑπὸ Μώσεως. διατεταγμένοις, ὅμως δίκαιος, εἰ καί τις ἄλλος, ἀνηγόρευται.

καὶ πρό γε τούτου ὁ ‘ Ενὼχ, ὃς καὶ λέγεται εὐηρεστηκέναι τῷ θεῷ καὶ μετατεθεῖσθαι ὡς μὴ εὑρίσκεσθαι αὐτοῦ

v.3.p.34
θάνατον, τοιοῦτος δὲ καὶ οὗτος γεγονὼς οὔτε τὸ σῶμα περιτέτμητο οὔτ’ ἔτι τῆς Μώσεως μετῄει νομοθεσίας, ἄντικρυς δὲ Χριστιανικῶς, ἀλλ’ οὐχὶ ‘ Ιουδαϊκῶς ζῶν ἀναπέφηνε. καὶ αὐτὸς δ’ ὁ ‘ Αβραὰμ μετὰ τοὺς προωνομασμένους γεγονὼς καὶ νεώτερος παρ’ αὐτοὺς τοῖς χρόνοις, πρεσβύτης δὲ διὰ τὴν ἡλικίαν, διὰτοὺς μέλλοντας ἐξ αὐτοῦ φῦναι, ὥσπερ τινὰ σφρα- γῖδα τὴν περιτομὴν πρῶτος ὑπέμεινε τοῦ σώματος, γνώρισμα τῆς αὐτοῦ διαδοχῆς, τοῖς ἐξ αὐτοῦ κατὰ σάρκα γενησομένοις τουτὶ τὸ σημεῖον παραδιδοὺς φέρειν·

πρὸ δέ γε τῆς παιδοποιίας καὶ πρὸ τῆς περιτομῆς καὶ αὐτὸς διὰ τῆς τῶν εἰδώλων ἀναχωρήσεως, καὶ τῆς ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ ὁμολογίας, καὶ διὰ μόνου τοῦ κατ’ ἀρετὴν βίου δείκνυται Χριστιανικῶς, ἀλλ’ οὐχὶ Ἰουδαικῶς βεβιωκώς.

μεμαρτύρηται γοῦν τὰ προστάγματα καὶ τἀς ἐντολὰς τά τε δικαιώματα καὶ τὰ νόμιμα τοῦ θεοῦ πρὸ τῆς Μώσεως διαταγῆς πεφυλαγμένος. λέγει δ’ οὖν πρὸς τὸν Ἰσαὰκ ὁ χρηματίζων θεός “ καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευÁογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ’ ὧν ὑπήκουσεν ‘ Αβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰς ἐντολάς μου, καὶ τὰ προστάγματά μου, καὶ τὰ δικαιώματά μου, καὶ τὰ νόμιμά μου.

Ἠν γὰρ καὶ πρὸ τοῦ Μώσεως νόμου προστάγματα θεοῦ ἕτερα, καὶ δικαιώματα οὐχ ὅμοια τοῖς παρὰ Μωσεῖ, νόμιμά τε ἄλλα καὶ ἐντολαὶ Χριστοῦ, δι’ ὧν ἐδικαιώθησαν. ὅτι δ’ οὐ τὰ αὐτὰ ἦν τοῖς διὰ Μώσεως νομοθετηθεῖσι σαφῶς ὁ Μώσης παρίστησιν ἐν οἶς φησιν πρὸς τὸν λαόν ἄκουε ‘ Ισραὴλ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐγὼ λαλῶ ἐν τοῖς [*](19 Gen. 26, 4. 30 Deut. 5, 1.)

v.3.p.35
ὠσὶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ μαθήσεσθε αὐτὰ, καὶ φυλάξασθε ποιεῖν αὐτά. κύριος ὁ θεὸς ὑμῶν διέθετο πρὸς ὑμᾶς ἐν Χωρὴβ διαθήκην, οὐχὶ τοῖς πατράσιν ὑμῶν διέθετο κύριος τὴν διαθήκην ταύτην, ἀλλὰ πρὸς ὑμᾶς.”

Καὶ ὅρα γε ὅπως ἀκριβῶς φησι τὴν διαθήκην ταύτην, ἐπεὶ μὴ τὴν αὐτὴν τοῖς πατράσιν αὐτῶν διετέθειτο. εἰ δ’ οὖν ἀπολύτως μὴ δεδόσθαι τοῖς πατράσιν αὐτῶν διαθήκην εἰρήκει, ψευδὴς ἂν ἦν ὁ λόγος αὐτῷ δέδοται γοῦν τῷ ‘ Αβραὰ, διαθήκη καὶ τῷ Νῶε, ὡς τὰ ἱερὰ μαρτυρεῖ λόγια. διὰ τοῦτο μετὰ προσθήκης ὁ Μώσης οὐ ταύτην φησὶ δεδόσθαι τοῖς πατράσιν αὐτῶν, ἑτέραν αἰνιττόμενος τὴν κρείττω καὶ διαφέρουσαν, δι’ ἧς καἰ θεοφιλεῖς ἀπεφάνθησαν.

αὐτίκα τῷ ‘ Αβραὰμ διὰ τῆς εἰς τὸν τῶν ὅλων θεὸν πίστεως τὰ τῆς δικαιοσύνης κατωρθῶσθαι μεμαρτύρηται ὑπ’ αὐτοῦ Μώσεως λέγοντος “ ἐπίστευσε δὲ ‘ Αβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνγν.”

ὅτι δὲ μετὰ τὴν δικαιοσύνης κατόρθωσιν καὶ μετὰ τὴν έπ΄ εὐσεβείᾳ μαρτυρίαν τὸ τῆς περιτο- μῆς εἴληφε σημεῖον, μηδὲν πρὸς εὐσεβείας δικαίωσιν αὐτῷ τουτὶ συνεβάλλετο, σαφῶς ὁ λόγος παρίστησιν. εὕροις δ’ ἂν καὶ τὸν ‘ Ιωσὴφ πρὸ τῶν Μώσεως χρόνων ἐν τοῖς Αἰγυπτίων βασιλείοις ἀπαραφυλάκτως, ἀλλ’ οὐκ ‘ Ιουδαϊκῶς ἀχθέντα.

εἰ δὲ θέλεις, καὶ τὸν κορυφαῖον αὐτὸν καὶ νομοθέτην τοῦ Ἰουδαίων ἔθνους Μωσἐα γνοίης ἂν ἐξ ἔτι νηπίας ἡλικίας παρὰ τῇ τοῦ Αἰγυπτίου βασιλέως θυγατρὶ τὰς διατριβὰς πεποιημένον, τροφῆς τε τῆς Αἰγυπτίας ἀπαρατηρήτως μετειληχότα.

τί δεῖ λέγειν τὸν τρισμακάριον ‘Ιὼβ, τὸν ἀληθῆ ἄνθρωπον ἐκεῖνον, τὸν ἄμεμπτον, [*](17 Gen. 15, 6.)

v.3.p.36
τὸν δίκαιον, τὸν θεοσεβῆ, τῆς εἰς ἄκρον εὐσεβείας αὐτῶ καὶ δικαιοπραγίας τίς ἄρα αἰτία ἦν, μή τί γε τὰ Μώσεως παραγγέλματα; οὐδαμῶς. ἀλλὰ σαββάτου ἡμέρας ἐπιτήρησις ἦν, ἤ τινος ἄλλης Ἰουδαϊκῆς ἐθελθρησκείας φυλακή; πόθεν, πρεσβυτέρῳ τοῖς χρόνοις Μώσεως καὶ τῆς κατ’ αὐτὸν νομοθεσίας γενομένῳ; ὁ μὲν γὰρ Μώσης ἕβδομος ἐξ ‘ Αβραὰμ γενεαλογεῖται, οὑτοσὶ δὲ πέμπτος, δυσὶ προτέραις τὸν Μωσέα γενεαῖς προάγων.

θέα δ’ οὖν καὶ τούτου τὸν βίον, Μώσεως μὲν τῆς νομοθεσίας οὐδὲν ἐπαγόμενον, τῆς δὲ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας οὐκ ἀλλότριον. λέγει δ’ οὖν αὐτὸς τὸν ἑαυτοῦ διεξιὼν βίον ἐν τῇ πρὸς τοὺς ἑταίρους ἀπολογίᾳ ” διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου, καὶ ὀρφανῷ, ᾧ οὐκ ἦν βοηθὸς, ἐβοήθησα. στόμα δὲ χήρας με εὐλόγησεν, δικαιοσύνην δὲ ἐνεδεδύκειν. ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοίδι, ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν, ἐγὼ ἤμην πατὴρ ἀδυνάτων.

Αὐτὰ δὴ ταῦτα ἄντικρυς τὰ πᾶσιν ἡμῖν διὰ τῆς εὐαγγελικἡς διδασκαλίας μαθήματα κηρυττόμενα. ἀλλὰ καὶ ὡς εἰδὼς εὖ μάλα τὸ κλαίειν μετὰ κλαιόωτων, καὶ τὸ μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται· καὶ τὸ “ εἰ πάσχει ἕν μέλος, συμπάσχει πάντα τὰ μέλη ἐν τοῖς τῆς εὐαγγελικῆς διδασκαλίας μαθήμασιν περιεχόμενα, τὸ πρὸς τοὺς ἐν τῷ βίῳ ταλαιπωρου- μένους φιλάνθρωπον ἐπεδείκνυε, λέγων ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα· ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις.’’

Εἶτα πάλιν τῆς εὐαγγελικῆς διδασκαλίας τοὺς ἀσέμνους ἀπαγορευούσης γέλωτ’ ἃς, προλαβὼν ὁ μακά- [*](14 Job. 29, 12. 22 Rom. 12, 15. 23 Luc. 6, 21. 1. Cor. 12, 26 26 Job. 30, 25.)

v.3.p.37
ριός φησιν εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοια- στῶν, εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον, ἕσταμαι δὲ ἐν ζυγῷ δικαίῳ, οἶδεν δὲ ὁ κύριος τὴν ἀκακίαν μου.”

‘ Επειδὴ δὲ ὁ παρὰ Μωσεῖ λόγος νομοθετεῖ λέγων οὐ μοιχεύσεις,’’ θάνατόν τε κατὰ μοιχῶν ἐπι- ψηφίζεται, ὁ δὲ τῆς εὐαγγελικῆς διδασκαλίας τὸν νόμον ἐπιτείνων φησὶν ἐρρέθη τοῖς ἀρχαίοις, οὐ μοι- χεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, μηδὲ τὴν ἀρχὴν ἐπιθυμεῖν.

σκέψασθε καλῶς τὸν περὶ οὑ νῦν ὁ λόγος, ὃς κατὰ τὸ Χριστοῦ βιοὺς εὐαγγέλιον καὶ τὸ μετ’ ἐπι- θυμίας ἀκολαστότερον ἐμβλέπειν παρεφυλάττετο, ἐφ’ ᾧ καὶ ἐσεμνύνετο λέγων “ εἰ δὲ καὶ τῷ ὀφθαλμῷ ἐπη- κολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου.”

Καὶ τὸν λογισμὸν ἀποδίδωσιν ἐξῆς ἐπάγων θυμὸς γὰρ ἀνδρὸς ἀκατάσχετος τὸ μιᾶναι ἀνδρὸς γυναῖκα. πῦρ γάρ ἐστι καιόμενον ἐπὶ πάντων τῶν μερῶν, οὗ δ’ ἃν εἰσέλθῃ, ἐκ ῥιζῶν ἀπώλεσεν.”

‘ Αλλὰ καὶ τὸ τοῦ τρόπου ἀδωροδόκητον παρίστησιν ὧδε “ εἰ δὲ καὶ ταῖς χερσί μου ἡψάμην δώρων, σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν, ἄρριζος δὲ γενοί- μην ἐπὶ γῆς.”