De Martyribus Palaestinae (Recensio Brevior)

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Wilhelm, editor. Leipzig: Teubner, 1871.

Ἐπὶ δὴ τοῖς τοσούτοις τῶν μεγαλοπρεπῶν Χριστοῦ μαρτύρων ἀνδραγαθήμασι λωφησάσης καὶ ὡσανεὶ τοῖς ἱεροῖς αὐτῶν αἵμασι τῆς τοῦ διωγμοῦ πυρκαιᾶς ἀποσβεννυμένης, ἀνέσεως τε ἤδη καὶ ἐλευθερίας τοῖς ἐπὶ Θηβαίδος εἰς τὰ αὐτόθι μέταλλα διὰ Χριστὸν καταπονουμένοις συγκεχωρημένης, μικρόν τε ἐκ καθαροῦ μελλόντων ἡμῶν ὑπαναπνεῖν ἀέρος,

v.4.p.402
οὐκ οἶδ’ ὅπως ἔκ τινος ἀνακινήσεως πάλιν ἐξ ὑπαρχῆς ὁ τοῦ διώκειν τὴν ἐξουσίαν εἰληχὼς κατὰ Χριστιανῶν ἀνεκάετο.

ἀθρόως δ’ οὖν αὖθις Μαξιμίνου διαφοιτᾷ καθ’ ἡμῶν πανταχοῦ γράμματα κατ’ ἐπαρχίαν, ἡγεμόνες τε καὶ προσέτι ὁ τῶν στρατοπέδων ἄρχειν ἐπιτεταγμένος προγράμμασι καὶ ἐπιστολαῖς καὶ δημοσίοις διατάγμασι τοὺς ἐν ἁπάσαις πόλεσι λογιστὰς ἅμα στρατηγοῖς καὶ ταβουλαρίοις ἐπέσπερχον τὸ βασιλικὸν εἰς πέρας ἄγειν πρόσταγμα, κελεῦον ὡς ἂν μετὰ σπουδῆς πάσης τῶν μὲν εἰδώλων ἀνοικοδομοῖεν τὰ πεπτωκότα, πανδημεὶ δὲ πάντας ἄνδρας ἅμα γυναιξὶ καὶ οἰκέταις καὶ αὐτοῖς ὑπομαζίοις παισὶ θύειν καὶ σπένδειν, αὐτῶν τε ἀκριβῶς τῶν ἐναγῶν ἀπογεύεσθαι θυσιῶν ἐπιμελὲς ποιοῖντο, καὶ τὰ μὲν κατ’ ἀγορὰν ὤνια ταῖς ἀπὸ τῶν θυσιῶν σπονδαῖς καταμολύνοιτο, πρόσθεν δὲ τῶν λουτρῶν ἔφεδροι κατατάσσοιντο, ὡς ἂν τοὺς ἐν τούτοις ἀποκαθαιρομένους ταῖς παμμιάροις μολύνοιεν θυσίαις.

τούτων δῆτα οὕτως ἐπιτελουμένων, ἐξ ὑπαρχῆς τε τῶν ἡμετέρων πλείστῃ, οἷα δὴ εἰκὸς ἢν, φροντίδι συνεχομένων, τῶν τε ἀπίστων ἐθνῶν βαρεῖαν τῶν γινομένων καὶ ὡσὰν περιττὴν ἤδη τὴν ἀτοπίαν καταμεμφομένων, προσκορῆ γὰρ καὶ φορτικὰ ταῦτα καὶ αὐτοῖς εἶναι κατεφαίνετο), μεγίστου τε χειμῶνος τοῖς πανταχῆ πᾶσιν ἐπηρτημένου, τοὔμπαλιν ἡ θεία τοῦ σωτῆρος ἡμῶν δύναμις τοῖς αὐτῆς ἀθληταῖς θάρσος τοσοῦτον ἐνέπνει ὡς μηδ’ ἐπισπωμένου τινὸς μηδ’ ἕλκοντος τὴν τῶν τοσούτων καταπατεῖν ἀπειλήν.

ὁμόσε δὴ οὖν τρεῖς συνταξάμενοι τῶν πιστῶν ἐπιπηδῶσιν εἰδώλοις θύοντι τῷ ἄρχοντι, παύσασθαι τῆς πλάνης ἐμβοώμενοι· μὴ γὰρ δὴ ἄλλον ὑπάρχειν πλὴν τοῦ τῶν ὅλων ποιητοῦ τε καὶ

v.4.p.403
δημιουργοῦ θεόν. ἀνερωτώμενοι δῆτα τίνες εἶεν Χριστιανοὺς σφᾶς θαρσαλέως ὡμολόγουν.

ἐφ’ οἶς ὀξύτερον παρακινηθεὶς ὁ Φιρμιλλιανὸς, μηδὲ βασάνοις αὐτοὺς αἰκισάμενος κεφαλικῇ παραδίδωσι κολάσει. τούτων ὁ μὲν πρεσβύτερος ἦν, Ἀντωνῖνος ὄνομα, ὁ δὲ Ζεβινᾶς ἐκαλεῖτο, τῆς Ἐλευθεροπολιτῶν ὁρμώμενος, Γερμανὸς δὲ καὶ τῷ τρίτῳ ἦν ἡ προσηγορία. Δίου μηνὸς τρισκαιδεκάτῃ, Εἰδοῖς Νοεμβρίαις καὶ τὰ κατὰ τούτους ἐπράχθη.

γίνεται δ’ οὖν αὐτοῖς συναπόδημος ἐπ’ αὐτῆς ἡμέρας Ἐνναθὰς τῶν ἀπὸ Σκυθοπόλεώς τις γυνὴ, στέμματι καὶ αὐτὴ κεκοσμημένη, οὐ ταὐτὸν μὲν αὐτοῖς διαπραξαμένη, ἑλχθεῖσα δὲ βίᾳ καὶ προσαχθεῖσα τῷ δικαστῇ.

μετὰ μάστιγας οὖν καἰ δεινὰς ὕβρεις, ἃς ἐπήγαγεν αὐτῇ, οὐδὲ μετὰ γνώμης τῆς μείζονος ἐξουσίας, τῶν κατὰ γειτνίαν ἐφεστώτων τις χιλιάρχων ἐτόλμα, Μάξυς ὄνομα, χείρων τῆς προσηγορίας ἄνθρωπος, μιαρὸς μὲν τὰ ἄλλα, ἰσχυρὸς δ’ ὑπερβαλλόντως τὸ ἦθος, καὶ τὸν πάντα τρόπον δεινός τις ὄντως καὶ παρὰ πᾶσι τοῖς γνωρίμοις διαβεβλημένος, οὗτος μέν γε ἐσθῆτος ἁπάσης τὴν μακαρίαν ἀποδύσας, ὡς τὴν ἐξ ὀσφύος αὐτὸ μόνον καὶ ἐπὶ πόδας καλύπτεσθαι, τὸ δ’ ἄλλο σῶμα γυμνὸν ἔχειν, τήν τε πάσαν Καισαρέων πόλιν κύκλῳ περιαγαγὼν, ἱμᾶσιν ἀνὰ πάσας ἑλκομένην τὰς ἀγορὰς τύπτεσθαι περὶ πολλοῦ ποιεῖται.

καὶ δὴ μετὰ τοσαῦτα θαρσαλεωτάτην ἔνστασιν καὶ ἐπ’ αὐτῶν τῶν ἡγεμονικῶν βημάτων ἐνδειξαμένην ζῶσαν πυρὶ παραδίδωσιν ὁ δικαστὴς, ὃς καὶ τὸ ἀπάνθρωπον ἐπιτείνας τὴν κατὰ τῶν θεοσεβῶν λύτταν πέρα τῶν τῆς φύσεως προῄει θεσμῶν, οὐδὲ ταφῆς αἰδούμενος ἀψύχοις φθονῆσαι τοῖς τῶν ἱερῶν ἀνδρῶν σώμασι.

v.4.p.404

νύκτωρ δ’ οὖν ἐπιμελῶς καὶ μεθ’ ἡμέραν ὑπαίθρους θηρσὶν εἰς βορὰν τοὺς νεκροὺς φυλάττεσθαι προστάττει. καὶ παρῆν ὁρᾶν ἐπὶ πλείοσιν ἡμέραις οὐκ ὀλίγον ἀνδρῶν ἀριθμὸν τῇ θηριώδει ταύτῃ καὶ βαρβάρῳ βουλῆ διακονουμένων. ἀλλ’ οἶ μὲν ἐξ ἐπόπτου, οἶόν τι σπουδῆς ἄξιον, ὡς μὴ οἶ νεκροὶ κλαπεῖεν, ἐπεσκόπουν, θῆρες δὲ ἄγριοι καὶ κύνες, οἰωνῶν τε τὰ σαρκοβόρα τὰ βρότεια μέλη ὧδε κἀκεῖσε ἐσπάραττον.

καὶ ἡ πᾶσά γε μὴν ἐν κύκλῳ πόλις σπλάγχνων καὶ ὀστέων ἀνθρωπείων διεστόρνυτο, ὡς μηδέ τι πώποτε δεινότερον μηδ’ αὐτοῖς, ὅσοι πρότερον ἀπεχθῶς εἶχον πρὸς ἡμᾶς, φανῆναι φρικωδέστερον, οὐχ οὕτω τὴν συμφορὰν εἰς οὓς ἐπράττετο ταῦτα, ὡς ἐπὶ τῇ σφῶν αὐτῶν καὶ τῆς κοινῆς ἁπάντων ὕβρει φύσεως ἀπολοφυρομένων.

προύκειτο γὰρ ἄγχιστα πυλῶν, θέαμα παντὸς λόγου καὶ τραγικῆς ἀκοῆς μεῖζον, οὐκ ἐφ’ ἐνὶ χώρῳ κατεσθιομένων τῶν ἀνθρωπείων σαρκῶν, ἀλλὰ κατὰ πάντα τόπον διαρριπτουμένων. μέλη γοῦν καὶ σάρκας ὅλας, μέρη τέ τινα σπλάγχνων καὶ πυλῶν εἴσω τινὲς κατιδεῖν εἰρήκασιν.

ἐφ’ οἷς πλείσταις ἡμέραις ἐπιτελουμένοις τοιοῦτόν τι παράδοξον συμβαίνει. αἰθρία ἦν καὶ λαμπρὸς ἀὴρ καὶ τοῦ περιέχοντος κατάστασις εὐδιεινοτάτη. εἶτα ἀθρόως τῶν ἀνὰ τὴν πόλιν κιόνων, οἱ τὰς δημοσίας ὑπήρειδον στοὰς, δακρύων τινὰ τρόπον οἱ πλείους σταλαγμοὺς ἀπέσταζον, ἀγοραί τε καὶ πλατεῖαι, μηδεμιᾶς ψεκάδος ἐξ ἀέρος γεγενημένης, οὐκ οἶδ’ ὁπόθεν ὕδατι ῥανθεῖσαι καθυγραίνοντο, ὡς αὐτίκα διαθρυληθῆναι εἰς πάντας δακρῦσαι τὴν γῆν ἀρρήτῳ λόγῳ, τὴν τῶν τότε πραχθέντων ἀνοσιουργίαν μὴ φέρουσαν, εἰς ἔλεγχόν τε φύσεως ἀτέγκτου καὶ ἀσυμπαθοῦς ἀνθρώπων λίθους

v.4.p.405
καὶ τὴν ἄψυχον ὕλην ἐπικλαῦσαι τοῖς γεγενημένοις.

λῆρος ἴσως καὶ μῦθος εὖ οἶδ’ ὅτι δόξειεν εἶναι τὸ ῥῆμα τοῖς μεθ’ ἡμᾶς, ἀλλ’ οὐχ οἷσπερ ὁ καιρὸς τὴν ἀλήθειαν ἐπιστώσατο.