De Martyribus Palaestinae (Recensio Brevior)

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Wilhelm, editor. Leipzig: Teubner, 1871.

Καὶ εἰς ἕκτον δὲ ἔτος πνεύσαντος ἐπιμόνως τοῦ καθ᾿ ἡμῶν χειμῶνος εἶχε μὲν πρὸ τούτου τὸ καλούμενον ἐν Θηβαΐδι φερωνύμως οὗ γεννᾶται πορφυρίτου λίθου μέταλλον πλείστην ὅσην πληθὺν τῶν τῆς θεοσεβείας ὁμολογητῶν, ἐξ ὧν τρισὶ δέουσι τὸν ἀριθμὸν, ἑκατὸν ἄνδρες ἅμα γυναιξὶ καὶ κομιδῆ νηπίοις πρὸς τὸν τῆς Παλαιστίνης ἡγούμενον διαπέμπονται, οὓς τὸν τῶν ὅλων θεὸν καὶ τὸν Χριστὸν ὁμολογήσαντας, τῶν σκαιῶν ποδῶν τὰς ἀγκύλας αὐτοῖς νεύροις καυτῆρσιν ἀποτμηθῆναι, καὶ αὖ πάλιν τῶν ὀφθαλμῶν τοὺς δεξιοὺς πρῶτον μὲν ξίφεσιν αὐτοῖς ὑμέσι καὶ κόραις ἐκκοπῆναι, εἶτα δὲ πυρὶ διὰ καυτήρων πάμπαν εἰς ῥίζας αὐτὰς ἀχρειωθῆναι, Φιρμιλλιανὸς, ὁ τῇδε διάδοχος Οὐρβανῷ πεμφθεὶς ἡγούμενος, ὡς ἂν ἐκ βασιλικοῦ νεύματος προστάττει· κἄπειτα αὐτοὺς τοῖς κατὰ τὴν ἐπάρχιον μετάλλοις μόχθου καὶ κακοπαθείας ἕνεκεν ταλαιπωρεῖσθαι παραδίδωσιν.

οὐ τούτους δὲ ἄρα μόνον τὰ τηλικαῦτα παθόντας ἤρκει παραλαβεῖν ὀφθαλμοῖς, ἀλλὰ καὶ Παλαιστινῶν τοὺς ἐπὶ πυγμῇ εἰς μονομαχίας κατακεκρίσθαι μικρῷ πρόσθεν δεδηλω-

v.4.p.399
μένους, ἐπεὶ μήτε τὰς ἐκ τοῦ βασιλικοῦ ταμιείου τροφὰς μήτε μὴν τὰς ἐπιτηδείους τῇ πυγμῇ μελέτας ὑπέμενον.

ἤδη δὲ οὐκ ἐπιτρόποις αὐτὸ μόνον οἱ δηλούμενοι, ἀλλὰ καὶ αὐτῷ Μαξιμίνῳ τούτου γε ἕνεκεν παραστάντες γενναιοτάτην ἔνστασιν ὁμολογίας διὰ λιμοῦ καρτερίας καὶ μαστίγων ὑπομονῆς ἐνδειξάμενοι, τὰ ὅμοια τοῖς δηλωθεῖσι πεπόνθασι, μεθ’ ἑτέρων προστεθέντων αὐτοῖς ὁμολογητῶν αὐτῆς τῆς Καισαρείας.

ὧν κατὰ πόδας ἐπὶ τῇ τῶν θείων ἀναγνωσμάτων συγκροτήσει κατὰ τὴν Γαζαίων πόλιν ἁλόντες ἕτεροι, οἱ μὲν τὰς αὐτὰς τούτοις ὑπέμειναν κατά τε τῶν ποδῶν καὶ τῶν ὀφθαλμῶν πάθας, οἱ δὲ καὶ ἔτι μείζους, φοβερωτάτων κατὰ τῶν πλευρῶν ἐπειράθησαν βασάνων.

ἐξ ὧν μία τις, τὸ μὲν σῶμα γυνὴ, τὸν δὲ λογισμὸν ἄρρην, πορνείας ἀπειλὴν μὴ ἐνεγκοῦσα, εἰποῦσά τι ῥῆμα κατὰ τοῦ τυράννου, ὡσὰν οὕτως ὠμοῖς δικασταῖς τὴν ἀρχὴν ἐπιτετραφότος, πρῶτον μὲν μαστίζεται, εἶτα δὲ μετέωρος ἐπὶ τοῦ ξύλου γενομένη τὰς πλευρὰς αἰκίζεται.

ὡς δ’ ἐπιμόνως καὶ σφοδρῶς ἐκ προστάξεως τοῦ δικαστοῦ τὰς βασάνους ἐπῆγον οἶ ταύτῃ τεταγμένοι, ὑπὲρ τοὺς παρ’ Ἕλλησιν ἐκείνους μαχητὰς ἐπ’ ἐλευθερίᾳ τεθρυλημένους, μὴ βαστάσασα τὸ ἀνηλεὲς καὶ ὠμὸν καὶ ἀπάνθρωπον τῶν πραττομένων, ἄλλη τις ὁμοίως τῇ προτέρᾳ τὸν τῆς παρθενίας ἐπανῃρημένη σκοπὸν, τὸ μὲν σῶμα πάνυ γε τὸ δοκεῖν εὐτελὴς καὶ τὴν ὄψιν εὐκαταφρόνητος, ῥωμαλέα δὲ ἄλλως τὴν ψυχὴν καὶ μείζονα τοῦ σώματος τὸν λογισμὸν ἐνεστερνισμένη “καὶ μέχρι τίνος”, ἐκ μέσου τοῦ ὄχλου, ‟τὴν ἐμὴν ὠμῶς οὕτως βασανίζεις ἀδελφήν”; ἀνέκραγε πρὸς τὸν δικαστήν· ὁ δὲ πικρότερον ὑποκινηθεὶς αὐτίκα συλληφθῆναι κελεύει

v.4.p.400
τὴν ἄνθρωπον.

εἶτα σύρεται εἰς μέσον, καὶ τὸ σεβάσμιον τοὐ σωτῆρος ἐπιγραψαμένη ὄνομα πρῶτον μὲν λόγοις θύειν ἀνεπείθετο, ὡς δ’ ἠπείθει, βίᾳ πρὸς τὸν βωμὸν εἵλκετο. ἡ δὲ ἀδελφὰ ἑαυτῇ πράττουσα καὶ τῆς προτέρας ἐχομένη προθυμίας ἀτρεμεῖ, καὶ θαρσαλέῳ ποδὶ λὰξ ἐντείνει τῷ βωμῷ, καὶ τὰ εἰς αὐτὸν ἄμα τῇ ἐπικειμένῃ ἀνατρέπει πυρᾷ.

ἐφ’ ᾧ θηρὸς ἀγρίου δίκην ὁ δικαστὴς ὀξυνθεὶς τὸν θυμὸν, τοσαύτας μὲν αὐτῇ πρότερον αἰκίας κατὰ τῶν πλευρῶν ἐπιτίθησιν, ὅσας οὐδενὶ τῶν πώποτε, μονονουχὶ καὶ ὠμῶν τῶν σαρκῶν αὐτῆς ἐμφορηθῆναι γλιχόμενος.· ὡς δὲ κόρον αὐτῶ ἤδη τὰ τῆς μανίας ἐλάμβανεν, ἄμφω ζεύξας, αὐτήν τε ταύτην ἅμα τῇ πρὸς αὐτῆς ἀδελφῇ προσαγορευθείσῃ, τὸν διὰ πυρὸς αὐτῶν καταψηφίζεται θάνατον. τούτων ἡ μὲν προτέρα τῆς Γαζαίων χώρας ἐλέγετο, τὴν δ’ ἑτέραν ἰστέον ἀπὸ τῆς Καισαρέων ὡρμῆσθαι, τὴν πολλοῖς γνώριμον Οὐαλεντῖναν τοὔνομα.

τὸ ἐπὶ τούτῳ μαρτύριον πῶς ἂν κατ’ ἀξίαν διέλθοιμι, οὗ κατηξίω τᾶι ὁ τρισμακάριος Παῦλος, κατὰ μὲν τὴν αὐτὴν ταύταις ὥραν ὑπὸ μίαν ἀπόφασιν τὴν ἐπὶ θανάτῳ κριθεὶς, πρὸς αὐτῇ δὲ τῇ τελειώσει τὸν ἀποτέμνειν αὐτὸν ὅσον οὔπω μέλλοντα βραχύ τι ὥρας ἐνδοῦναι αὐτῷ ἀντιβολήσας·

οὗ τυχὼν λαμπρᾷ καὶ γε γωνῷ φωνῇ πρῶτον μὲν τὰς ὑπὲρ τῶν ὁμοεθνῶν ἐπρυτάνευε τῷ θεῷ δι’ εὐχῶν καταλλαγὰς, ᾗ τάχος ἐλευθερίαν αὐτοῖς ἐνδοθῆναι ποτνιώμενος, εἶθ’ ὑπὲρ τῆς Ἰουδαίων πρὸς τὸν θεὸν διὰ Χριστοῦ προσαγωγῆς ἠξίου, εἶθ’ ἐξῆς κατέβαινε τῷ λόγῳ, τὰ αὐτὰ καὶ Σαμαρείταις ἐπευχόμενος, καὶ τοὺς ἐν πλάνῃ δὲ καὶ ἀγνωσία θεοῦ τῶν ἐθνῶν ὄντας, εἰς ἐπίγνωσιν ἐλθεῖν αὐτοὺς, καὶ τὴν ἀληθῶς εὐσέβειαν

v.4.p.401
ἀναλαβεῖν παρεκάλει, μηδὲ τοὺς τότε παμμιγῆ περιεστῶτας ἀτημελήτους καταλιπών·

μεθ’ οὓς πάντας, ὢ τῆς πολλῆς καὶ ἀφάτου ἀνεξικακίας, καὶ ὑπὲρ τοῦ τὸν θάνατον αὐτῷ προστιμήσαντος δικαστοῦ, τῶν τε ἐπὶ πᾶσιν ἀρχόντων, ἔτι τε καὶ τοῦ ὅσον οὔπω τῆς κεφαλῆς αὐτὸν ἀποτεμοῦντος, εἰς ἐπήκοον αὐτοῦ τ’ ἐκείνου καὶ τῶν παρόντων ἁπάντων, τοῦ τῶν ὅλων ἐδεῖτο θεοῦ, μηδαμῶς αὐτοῖς ἐν ἀριθμῷ γενέσθαι τὴν εἰς αὐτὸν ἁμαρτάδα παρακαλῶν.

ταῦτα καὶ τὰ τοιαῦτα μεγάλῃ φωνῇ κατευξάμενος, καὶ μονονουχὶ τοὺς πάντας ὡσὰν ἀδίκως ἀναιρούμενος, εἰς οἶκτον ἑλκύσας καὶ δάκρυα, ᾗ νόμος αὐτὸς ἑαυτὸν σχηματίσας καὶ τὸν αὐχένα γυμνὸν τῇ τοῦ ξίφους ἀποτομῇ παραδοὺς, θείῳ κατεκοσμήθη μαρτυρίῳ, μηνὸς Πανέμου πέμπτῃ καὶ εἰκάδι, ἣ λέγοιτ’ ἂν πρὸ ὀκτὼ Καλανδῶν Αὐγούστων. καὶ τὰ μὲν κατὰ τούσδε τοιοῦτο τέλος εἶχεν.

οὐ μακροῦ δὲ διαδραμόντος χρόνου αὐθις ἐκ τῆς Αἰγυπτίων γῆς οἱ θαυμάσιοι τῆς εἰς Χριστὸν ὁμολογίας ἀθληταὶ τριάκοντα πρὸς ἑκατὸν, ἐκ προστάξεως Μαξιμίνου τὰς αὐτὰς τοῖς προτέροις ἐπ’ αὐτῆς Αἰγύπτου εἴς τε τοὺς ὀφθαλμοὺς καὶ τοὺς πόδας συμφορὰς ὑποστάντες, τοῖς δεδηλωμένοις ἐν Παλαιστίνῃ μετάλλοις, οἱ δὲ τοῖς Κιλικίαν κατάκριτοι παραπέμπονται.