Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

ὅθεν εἴ τις τῇ αὑτοῦ προαιρέσει τὴν “τῶν θεῶν ἐπιγνωστέον προσλάβοι, τούτους “δέξασθαι προσήκει, εἰ δέ τινες τῇ ἰδίᾳ θρησκείᾳ “ἀκολουθεῖν βούλοιντο, ἐν τῇ αὐτῶν ἐξουσίᾳ κατα- “λίποις.

διόπερ ἡ σὴ καθοσίωσις τὸ ἐπιτραπέν ‘σοι διαφυλάττειν ὀφείλει, καὶ μηδενὶ ἐξουσία δοθῇ “ὥστε τοὺς ἡμετέρους ἐπαρχιώτας ὕβρεσι καὶ σει- “σμοῖς ἐπιτρῖψαι, ὁπότε, ὥσπερ προγέγραπται, προτροπαῖς μᾶλλον καὶ ταῖς κολακείαις πρὸς τὴν “τῶν θεῶν θρησκείαν τοὺς ἡμετέρους προσήκει ἀνακαλεῖν. ἔνα δὲ αὕτη ἡμῶν ἡ κέλευσις “εἰς γνῶσιν πάντων τῶν ἐπαρχιωτῶν τῶν

v.4.p.439
“ἔλθη, διατάγματι ὑπὸ σοῦ προτεθέντι τὸ κεκε- “λευσμένον ὀφείλεις δηλῶσαι.”

ταῦθ᾿ ὑπὸ τῆς ἀνάγκης ἐκβεβιασμένος, ἀλλ᾿ οὐ κατὰ γνώμην τὴν αὑτοῦ διακελευσαμένος, οὐκέτ᾿ ἀληθὴς οὐδ᾿ ἀξιόπιστος παρὰ τοῖς πᾶσιν ἦν, τῆς πρόσθεν ἤδη μετὰ τὴν ὁμοίαν συγχώρησιν παλιμβόλου καὶ διεψευσμένης αὐτοῦ γνώμης ἕνεκα.

οὔκουν ἐτόλμα τις τῶν ἡμετέρων σύνοδον συγκροτεῖν, οὐδ᾿ ἑαυτὸν ἐν φανερῷ καταστήσασθαι, ὅτι μηδὲ τοῦτ᾿ ἤθελεν αὐτῷ τὸ γράμμα, αὐτὸ μόνον τὸ ἀνεπηρέαστον ἡμῖν ἐπιτρέπον φυλάττεσθαι, οὐ μὴν συνόδους ἐπικελεῦον ποιεῖσθαι, οὐδ᾿ οἴκους ἐκκλησιῶν οἰκοδομεῖν, οὐδ᾿ ἄλλο τι τῶν συνήθων ἡμῖν διαπράττεσθαι.

καίτοι γε ταῦθ᾿ οἱ τῆς εἰρήνης καὶ εὐσεβείας προήγοροι ἐπεστάλκεσαν καὶ Λικίννιος αὐτῷ τε ἐπιτρέπειν ἐπεστάλκεσαν καὶ τοῖς ὑπ᾿ αὐτοὺς ἅπασι διὰ προγραμμάτων καὶ νόμων συγκεχωρήκεσαν. οὐ μὴν ὁ δυσσεβέστατος ταύτῃ ἐνδοῦναι προῄρητο, εἰ μὴ ὅτε πρὸς τῆς θείας συνελαθεὶς δίκης ὕστατόν γε ἄκων ἐπὶ τοῦτ᾿ ἤχθη.