Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. VII, 37-38] Ἐκπεριῆλθε δ᾿ αὐτὸν τοιαύτη τις αἰτία· τὸ μέγεθος τῆς οὐ κατ᾿ ἀξίαν ἐπιτραπείσης ἡγεμονίας αὐτῷ μηκέθ᾿ οἷός τε φέρειν, ἀλλὰ δι᾿ ἀπειρίαν σώφρονος καὶ βασιλικοῦ λογισμοῦ ἀπειροκάλως τοῖς πράγμασιν ἐγχειρῶν, ἐπὶ πᾶσί τε ὑπερηφανίας μεγαλαυχίᾳ τὴν ψυχὴν ἀλόγως ἀρθεὶς, ἤδη καὶ κατὰ τῶν τῆς βασιλείας κοινωνῶν, τὰ πάντα αὐτοῦ διαφερόντων γένει καὶ τροφῇ καὶ παιδείᾳ, ἀξιώματί τε καὶ συνέσει, καὶ τῷ γε πάντων κορυφαιοτάτῳ, σωφροσύνῃ καὶ τῇ περὶ τὸν ἀληθῆ θεὸν εὐσεβείᾳ, τολμᾶν ὥρμητο θρασύνεσθαι, καὶ πρῶτον ἑαυτὸν ταῖς τιμαῖς ἀναγορεύειν.

ἐπι-

v.4.p.440
τείνας δὲ εἰς ἀπόνοιαν τὰ τῆς μανίας, συνθήκας ἃς πρὸς Λικίννιον πεποίητο παρασπονδήσας, πόλεμον ἄσπονδον αἴρεται· εἶτ’ ἐν βραχεῖ τὰ πάντα κυκήσας, πᾶσάν τε πόλιν ἐκταράξας, καὶ πᾶν στρατόπεδον μυριάδων τὸ πλῆθος ἀνηρίθμων συναγαγὼν, ἔξεισιν εἰς μάχην αὐτῷ παραταξάμενος, δαιμόνων ἐλπίσιν ὧν δὴ ᾤετο θεῶν καὶ ταῖς τῶν ὁπλιτῶν μυριάσι τὴν ψυχὴν ἐπηρμένος.

καὶ δὴ συμβαλὼν εἰς χεῖρας ἔρημος τῆς ἐκ θεοῦ καθίσταται ἐπισκοπῆς, Λικιννίῳ τῆς νίκης ἐξ αὐτοῦ τοῦ πάντων ἑνὸς καὶ μόνου θεοῦ πρυτανευθείσης.

ἀπόλλυσι δὴ πρῶτον τὸ ἐφ’ ᾧ πεποίθει ὁπλιτικὸν, τῶν τε ἀμφ’ αὐτὸν δορυφόρων γυμνὸν καὶ πάντων ἔρημον αὐτὸν καταλελοιπότων, καὶ τῷ τότε κρατοῦντι προσπεφευγότων, ὑπεκδὺς ὁ δείλαιος ὡς τάχιστα τὸν οὐ πρέποντα αὐτῷ βασιλικὸν κόσμον, δειλῶς καὶ δυσγενῶς καὶ ἀνάνδρως ὑποδύνει τὸ πλῆθος, κἄπειτα διαδιδράσκει, κρυπταζόμενός τε ἀνὰ τοὺς ἀγροὺς καὶ τὰς κώμας μόλις τῶν πολεμίων τὰς χεῖρας, τὰ τῆς σωτηρίας αὐτῷ προνοούμενος, διέξεισιν, ἔργοις αὐτοῖς εὖ μάλα πιστοὺς καὶ ἀληθεῖς τοὺς θείους ἀποφήνας χρησμοὺς, ἐν οἶς εἴρηται·

“οὐ σώζεται βασιλεὺς διὰ δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ· ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ, ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν.”