Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
[Προοίμιον] Τὸν ἕβδομον τῆς ἐκκλησιαστικῆς ἱστορίας αὖθις ὁ μέγας ἡμῖν Ἀλεξανδρέων ἐπίσκοπος Διονύσιος ἰδίαις φωναῖς συνεκπονήσει, τῶν καθ’ ἑαυτὸν πεπραγμένων ἕκαστα ἐν μέρει δι’ ὧν καταλέλοιπεν ἐπιστολῶν ὑφηγούμενος. ἐμοὶ δὲ ὁ λόγος ἐντεῦθεν ποιήσεται τὴν ἀρχήν.
[Nic. H. E. V, 43] Δέκιον οὐδ’ ὅλον ἐπικρατήσαντα δυοῖν ἐτοῖν χρόνον, αὐτίκα τε ἅμα παισὶ κατασφαγέντα Γάλλος διαδέχεται. Ὠριγένης ἐν τούτῳ ἑνὸς δέοντα τῆς ζωῆς ἑβδομήκοντα ἀποπλήσας ἔτη τελευτᾷ. γράφων γέ τοι ὁ Διονύσιος Ἑρμάμμωνι περὶ τοῦ Γάλλου ταῦτα φάσκει ‟ἀλλ’ οὐδὲ Γάλλος ἔγνω τὸ Δεκίου κακὸν, οὐδὲ προεσκόπησε τί ποτ’
[Nic. H. Ε VI, 7] Κατὰ δὲ τὴν Ῥωμαίων πόλιν Κορνηλίου ἔτεσιν ἀμφὶ τὰ τρία τὴν ἐπισκοπὴν διανύσαντος Λούκιος κατέστη διάδοχος, μησὶ δ’ οὐδ’ ὅλοις οὑτος οὗτος ὀκτὼ τῇ Στεφάνῳ τελευτῶν μεταδίδωσι τὸν κλῆρον. τούτῳ τὴν πρώτην ὁ Διονύσιος τῶν περὶ βαπτίσματος ἐπιστολῶν διατυποῦται, ζητήματος οὐ μικροῦ τηνικάδε ἀνακινηθέντος, εἰ δέοι τοὺς ἐξ οἵας δ’ οὖν αἱρέσεως ἐπιστρέφοντας διὰ λουτροῦ καθαίρειν, παλαιοῦ γέ τοι κεκρατηκότος ἔθους ἐπὶ τῶν τοιούτων μόνῃ χρῆσθαι τῇ διὰ χειρῶν ἐπιθέσεως εὐχῇ.
[Nic. H. E. VI, 7] Πρῶτος τῶν τότε Κυπριανὸς τῆς κατὰ Καρχηδόνα παροικίας ποιμὴν οὐδ’ ἄλλως ἢ διὰ λουτροῦ πρότερον τῆς πλάνης ἀποκαθηραμένους προσίεσθαι δεῖν ἡγεῖτο. ἀλλ’ ὅ γε Στέφανος, μὴ δεῖν τι νεώτερον παρὰ τὴν κρατήσασαν ἀρχῆθεν παράδοσιν ἐπικαινοτομεῖν οἰόμενος, ἐπὶ τούτῳ διηγανάκτει.
[Nic. H. E. VI, 7] Πλεῖστα δὴ οὖν αὐτῷ περὶ τούτου διὰ γραμμάτων ὁ Διονύσιος ὁμιλήσας τελευτῶν δηλοῖ ὡς ἄρα τοῦ διωγμοῦ λελωφηκότος αἱ πανταχόσε ἐκκλησίαι τὴν κατὰ Νοουάτον ἀποστραφεῖσαι νεωτεροποιίαν εἰρήνην πρὸς ἑαυτὰς ἀνειλήφεσαν. γράφει δὲ ὧδε·