Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. VI, 6] Γράφει δὲ καὶ τοῖς κατ᾿ Αἴγυπτον ἐπιστολὴν περὶ μετανοίας, ἐν ᾗ τὰ δόξαντα αὐτῷ περὶ τῶν ὑποπεπτωκότων παρατέθειται, τάξεις παραπτωμάτων διαγράψας.

κ·αὶ πρὸς Κόνωνα τῆς Ερμουπολιτῶν δὲ παροικίας ἐπίσκοπος ἦν οὗτος) ἰδία τις περὶ μετανοίας αὐτοῦ φέρεται γραφὴ, καὶ ἄλλη ἐπιστρεπτικὴ πρὸς τὸ κατ’ Ἀλεξάνδρειαν ποίμνιον αὐτοῦ. ἐν τούτοις ἐστὶ καὶ ἡ περὶ μαρτυρίου πρὸς τὸν Ὠριγένην γραφεῖσα, καὶ τοῖς κατὰ Λαοδίκειαν ἀδελφοῖς, ὧν προί·στατο Θηλυμίδρης ἐπίσκοπος. καὶ τοῖς κατὰ Ἀρμενίαν ὡσαύτως περὶ μετανοίας ἐπιστέλλει, ὧν ἐπεσκόπευε Μερουζάνης.

πρὸς ἅπασι τούτοις καὶ Κορνηλίῳ τῷ κατὰ Ῥώμην γράφει, δεξάμενος αὐτοῦ τὴν κατὰ τοῦ Νοουάτου ἐπιστολὴν, ᾧ καὶ σημαίνει δηλῶν ἑαυτὸν παρακεκλῆσθαι ὑπό τε Ἑλένου τοῦ ἐν Ταρσῷ τῆς Κιλικίας ἐπισκόπου καὶ τῶν λοιπόν τῶν σὺν αὐτῷ, Φιρμιλλιανοῦ τε τοῦ ἐν Καππαδοκίᾳ καὶ τοὺ κατὰ Παλαιστίνην Θεοκτίστου, ὡς ἂν ἐπὶ τὴν σύνοδον ἀπαντήσοι τὴν κατὰ Ἀντιόχειαν, ἔνθα τοῦ Νοουάτου κρατύνειν τινὲς

v.4.p.297
ἐπεχείρουν τὸ σχίσμα.

πρὸς τούτοις ἐπιστέλλει μηνυθῆναι αὐτῷ Φάβιον μὲν κεκοιμῆσθαι, Δημητριανὸν δὲ διάδοχον ἐκείνου τῆς κατ’ Ἀντιόχειαν ἐπισκοπῆς καθεστάναι. γράφει δὲ καὶ περὶ τοῦ ἐν Ἱεροσολύμοις αὐτοῖς ῥήμασι φάσκων ‟ὁ μὲν γὰρ “μακάριος Ἀλέξανδρος ἐν φρουρᾷ γενόμενος μακα- “ρίως ἀνεπαύσατο.”

ἐξῆς ταύτῃ καὶ ἑτέρα τις ἐπιστολὴ τοῖς ἐν Ῥώμᾐ τοῦ Διονυσίου φέρεται διακονικὴ διὰ Ἱππολύτου. τοῖς αὐτοῖς ἄλλην περὶ εἰρήνης διατυποῦται, καὶ ὡσαύτως περὶ μετανοίας, καὶ αὖ πάλιν ἄλλην τοῖς ἐκεῖσε ὁμολογηταῖς, ἔτι τῇ τοῦ Νοουάτου συμφερομένοις γνώμῃ. τοῖς δὲ αὐτοῖς τούτοις ἑτέρας δύο μεταθεμένοις ἐπὶ τὴν ἐκκλησίαν ἐπιστέλλει. καὶ ἄλλοις δὲ πλείοσιν ὁμοίως διὰ γραμμάτων ὁμιλήσας ποικίλας τοῖς ἔτι νῦν σπουδὴν περὶ τοὺς λόγους αὐτοῦ ποιουμένοις καταλέλοιπεν ὠφελείας.