Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. VI, 8] Καὶ ἐν τῇ τρίτῃ δὲ περὶ βαπτίσματος, ἣν Φιλήμονι τῷ κατὰ Ῥώμην πρεσβυτέρῳ ὁ αὐτὸς γράφει Διονύσιος, ταῦτα παρατίθεται “ἐγὼ δὲ καὶ τοῖς συντάγμασι καὶ ταῖς παραδόσεσι τῶν αἱρετικῶν ἐνέτυχον, χραίνων μέν μου πρὸς ὀλίγον τὴν ψυχὴν ταῖς παμμιάροις αὐτῶν “ἐνθυμήσεσιν, ὄνησιν δ’ οὖν ἀπ’ αὐτῶν ταύτην λαμβάνων, τὸ ἐξελέγχειν αὐτοὺς παρ’ ἐμαυτῷ, καὶ πολὺ πλέον βδελύττεσθαι.

καὶ δή τινος ἀδελφοῦ

v.4.p.301
‟τῶν πρεσβυτέρων με ἀπείργοντος καὶ δεδιττομένου “συμφύρεσθαι τῷ τῆς πονηρίας αὐτῶν βορβόρῳ· “λυμανεῖσθαι γὰρ τὴν ψυχὴν τὴν ἐμαυτοῦ, καὶ ἀληθῆ ‟γε λέγοντος, ὡς ᾐσθόμην· ὅραμα θεόπεμπτον προσ- “ελθὸν ἐπέρρωσέ με.

καὶ λόγος πρός με γενό- “μενος προσέταξε διαρρήδην λέγων, πᾶσιν ἐντύγχανε ‟οἷς ἂν εἰς χεῖρας λάβοις· διευθύνειν γὰρ ἕκαστα ‟καὶ δοκιμάζειν ἱκανὸς εἶ, καί σοι γέγονε τοῦτο ἐξ ‟ἀρχῆς καὶ τῆς πίστεως αἴτιον. ἀπεδεξάμην τὸ ὅραμα, ‟ὡς ἀποστολικῇ φωνῇ συντρέχον τῇ λεγούσῃ πρὸς “τοὺς δυνατωτέρους, γίνεσθε δόκιμοι τρακπεζῖται.”

εἶτά τινα περὶ πασῶν εἰπὼν τῶν αἱρέσεων ἐπιφέρει λέγων ‟τοῦτον ἐγὼ τὸν κανόνα καὶ τὸν τύπον “παρὰ τοῦ μακαρίου πάπα ἡμῶν Ἡρακλᾶ παρέλαβον. “τοὺς γὰρ προσιόντας ἀπὸ τῶν αἱρέσεων, καίτοι τῆς “ἐκκλησίας ἀποστάντας, μᾶλλον δὲ οὐδὲ ἀποστάντας, “ἀλλὰ συνάγεσθαι μὲν δοκοῦντας, καταμηνυθέντας ‟δὲ ὡς προσφοιτῶντάς τινι τῶν ἑτεροδιδασκαλούντων, ‟ἀπελάσας τῆς ἐκκλησίας, δεομένους οὐ προσήκατο, “ἕως δημοσίᾳ πάντα ὅσα ἠκηκόεσαν παρὰ τοῖς ἀντι- ‟διατιθεμένοις ἐξέφρασαν, καὶ τότε συνήγαγεν αὐτοὺς, “οὐ δεηθεὶς ἐπ᾿ αὐτῶν ἑτέρου βαπτίσματος· τοῦ γὰρ “ἁγίου πρότερον παρ᾿ αὐτοῦ τετυχήκεσν.”

πάλιν δὲ ἐπὶ πολὺ γυμνάσας τὸ πρόβλημα ταῦτα ἐπιλέγει ‟μεμάθηκα καὶ τοῦτο, ὅτι μὴ νῦν οἱ ἐν Ἀφρικῇ μόνον ‟τοῦτο παρεισήγαγον, ἀλλὰ καὶ πρὸ πολλοῦ κατὰ τοὺς ‟πρὸ ἡμῶν ἐπισκόπους ἐν ταῖς πολυανθρωποτάταις “ἐκκλησίαις καὶ ταῖς συνόδοις τῶν ἀδελφῶν, ἐν Ἰκο- “νίῳ καὶ Συννάδοις καὶ παρὰ πολλοῖς τοῦτο ἔδοξεν· ‟ὧν τὰς βουλὰς ἀνατρέπων εἰς ἔριν αὐτοὺς καὶ φιλο- “νεικίαν ἐμβαλεῖν οὐχ ὑπομένω. οὐ γὰρ μετακινήσεις, [*](31 Deut. 19, 14.)

v.4.p.302
‟φησὶν, ὅρια τοῦ πλησίον σου, ἃ ἔθεντο οἱ πατέρες ‟σου.”

ἡ τετάρτη αὐτοῦ τῶν περὶ βαπτίσματος ἐπιστολῶν πρὸς τὸν κατὰ Ῥώμην ἐγράφη Διονύσιον, τότε μὲν πρεσβείου ἠξιωμένον, οὐκ εἰς μακρὸν δὲ καὶ τὴν ἐπισκοπὴν τῶν ἐκεῖσε παρειληφότα· ἐξ ἧς γνῶναι πάρεστιν ὅπως καὶ αὐτὸς οὗτος λόγιός τε καὶ θαυμάσιος πρὸς τοῦ κατ’ Ἀλεξάνδρειαν Διονυσίου μεμαρτύρηται. γράφει δὲ αὐτῷ μεθ’ ἕτερα τῶν κατὰ τὸν Νοουάτον μνημονεύων ἐν τούτοις.