Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

αἶ “μέντοι Συρίαι ὅλαι καὶ ἡ Ἀραβία, οἷς ἐπαρκεῖτε ῾ἑκάστοτε καὶ οἶς νῦν ἐπεστείλατε, ἥτε Μεσοποταμία, ῾Πόντος τε καὶ Βιθυνία καὶ συνελόντι εἰπεῖν ἀγαλ- ‟λιῶνται πάντες πανταχοῦ τῇ ὁμονοίᾳ καὶ φιλαδελ- “φίᾳ, δοξάζοντες τὸν θεόν.’’

ταῦτα μὲν ὁ Διονύσιος. Στέφανον δ’ ἐπὶ δυσὶν ἀποπλήσαντα τὴν λειτουργίαν ἔτεσι Ξύστος διαδέχεται. τούτῳ δευτέραν ὁ Διονύσιος περὶ βαπτίσματος ἐγχαράξας ἐπιστολὴν ὁμοῦ τὴν Στεφάνου καὶ τῶν λοιπῶν ἐπισκόπων γνώμην τε καὶ κρίσιν δηλοῖ, περὶ τοῦ Στεφάνου λέγων ταῦτα·

‟ἐπεστάλκει μὲν οὖν πρότερον καὶ ‟περὶ Ἑλένου καὶ περὶ Φιρμιλλιανοῦ καὶ πάντων ‟τῶν τε ἀπὸ Κιλικίας καὶ Γαλατίας καὶ πάντων τῶν ‟ἑξῆς ὁμορούντων ἐθνῶν, ὡς οὐδὲ ἐκείνοις κοινωνήσων διὰ τὴν αὐτὴν ταύτην αἰτίαν, ἐπειδὴ τοὺς ‟αἱρετικοὺς, φησὶν, ἀναβαπτίζουσι.

καὶ σκόπει ‟τὸ μέγεθος τοῦ πράγματος. ὄντως γὰρ δόγματα ‟περὶ τούτου γέγονεν ἐν ταῖς μεγίσταις τῶν ἐπισκόπων συνόδοις, ὡς πυνθάνομαι, ὥστε τοὺς προσιόντας

v.4.p.300
“ἀπὸ αἱρέσεως, προκατηχηθέντας, εἶτα ἀπολούσασθαι ‟καὶ ἀνακαθαίρεσθαι τὸν τῆς παλαιᾶς καὶ ἀκαθάρτου “ζύμης ῥύπον. καὶ περὶ τούτων αὐτοῦ πάντων δεόμε- ῾νος ἐπέστειλα.” 6

καὶ μεθ’ ἕτερά φησι “καὶ ‟ἀγαπητοῖς δὲ ἡμῶν καὶ συμπρεσβυτέροις Διονυσίῳ ‟καὶ Φιλήμονι, συμψήφοις πρότερον Στεφάνῳ γενο- ‟μένοις, καὶ περὶ τῶν αὐτῶν μοι γράφουσι, πρότερον ‟μὲν ὀλίγα, καὶ νῦν δὲ διὰ πλειόνων ἐπέστειλα.” ἀλλὰ ταῦτα μὲν περὶ τοῦ δηλουμένου ζητήματος.

[Nic. H. E. VI, 7] Σημαίνων δὲ ἐν ταὐτῷ καὶ περὶ τῶν κατὰ Σαβέλλιον αἱρετικῶν ὡς κατ’ αὐτὸν ἐπιπολαζόντων ταῦτά φησι “περὶ γὰρ τοῦ νῦν “κινηθέντος έν τῇ Πτολεμαίδι τῆς Πενταπόλεως “δόγματος, ὄντος ἀσεβοῦς καὶ βλασφημίαν πολλὴν “ἔχοντος περὶ τοῦ παντοκράτορος θεοῦ, πατρὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀπιστίαν τε πολλὴν περὶ τοῦ μονογενοῦς παιδὸς αὐτοῦ καὶ πρωτοτόκου πάσης κτίσεως, τοῦ ἐνανθρωπήσαντος λόγου, ἀναισθησίαν δὲ τοῦ ἁγίου πνεύματος, ἐλθόντων ἐκατέ- ‟πωθεν πρὸς ἐμὲ καὶ προγραμμάτων καὶ τῶν διαλεξομένων ἀδελφῶν, ἐπέστειλά τινα ὡς ἐδυνήθην, παρασχόντος τοῦ θεοῦ, διδασκαλικώτερον ὑφηγούμενος, ὧν τὰ ἀντίγραφα ἔπεμψά σοι.