Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. VI, 21] Ἐπὶ τούτοις πᾶσι σπουδάζεται αὐτῷ καὶ τὰ περὶ ἐπαγγελιῶν δύο συγγράμματα. ἡ δ᾿ ὑπόθεσις αὐτῷ Νέπως ἦν, ἐπίσκοπος τῶν κατ᾿ Αἴγυπτον, Ἰουδαϊκώτερον τὰς ἐπηγγελμένας τοῖς ἁγίοις ἐν ταῖς θείαις γραφαῖς ἐπαγγε- [*](6 Ies. 43, 19.)

v.4.p.323
λίας ἀποδοθήσεσθαι διδάσκων, καί τινα χιλιάδα ἐτῶν τρυφῆς σωματικῆς ἐπὶ τῆς ξηρᾶς ταύτης ἔσεσθαι ὑποτιθέμενος.

δόξας γοῦν οὗτος ἐκ τῆς Ἀποκαλύψεως Ἰωάννου τὴν ἰδίαν κρατύνειν ὑπόληψιν, “ἔλεγχον ἀλληγοριστῶν” λόγον τινὰ περὶ τούτου συντάξας ἐπέγραψε.

πρὸς ὃν ὁ Διονύσιος ἐν τοῖς περὶ ἐπαγγελιῶν ἐνίσταται, διὰ μὲν τοῦ προτέρου τὴν αὑτοῦ γνώμην ἣν εἶχε περὶ τοῦ δόγματος παρατιθέμενος, διὰ δὲ τοῦ δευτέρου περὶ τῆς Ἀποκαλύψεως Ἰωάννου διαλαμβάνων, ἔνθα τοῦ Νέπωτος κατὰ τὴν ἀρχὴν μνημονεύσας ταῦτα περὶ αὐτοῦ γράφει

“ἐπεὶ δὲ σύνταγμά τι προκομίζουσι Νέπωτος, ᾧ λίαν ἐπερείδονται ὡς ἀναντιρρήτως ἀποδεικνύντι τὴν τοῦ Χριστοῦ βασιλείαν ἐπὶ γῆς ἔσεσθαι, ἐν ἄλλοις μὲν πολλοῖς ἀποδέχομαι καὶ ἀγαπῶ Νέπωτα, τῆς τε πίστεως καὶ τῆς φιλοπονίας καὶ τῆς ἐν ταῖς γραφαῖς διατριβῆς καὶ τῆς πολλῆς ψαλμῳδίας, ᾑ μέχρι νῦν πολλοὶ τῶν ἀδελφῶν εὐθυμοῦνται, καὶ πάνυ δι’ αἰδοῦς ἄγω τὸν ἄνθρωπον ταύτῃ μαλλοῦ, ᾗ προανεπαύσατο, ἀλλὰ φίλη γὰρ καὶ προτιμοτάτη πάντων ἡ ἀλήθεια) ἐπαινεῖν τε χρὴ καὶ συναινεῖν ἀφθόνως, εἴ τι ὀρθός λέγοιτο, ἐξετάζειν δὲ καὶ διευθύνειν, εἴ τι μὴ φαίνοιτο ὑγιῶς ἀναγεγραμμένον.