Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. Η. E. VI, 21] Οὐδὲν δὲ οἷον τὸ [*](3 1 Cor. 4, 13.)

v.4.p.322
καὶ τούτων ὧδέ πως ἔχόντων ἀκοῦσαι· “ἐκεῖνος μὲν “οὖν τῶν πρὸ αὐτοῦ βασιλέων τὸν μὲν προέμενος, “τῷ δὲ ἐπιθέμενος, παγγενῆ ταχέως καὶ πρόρριζος “ἐξηφανίσθη· ἀνεδείχθη δὲ καὶ συνανωμολογήθη “παρὰ πάντων ὁ Γαλλιηνὸς, παλαιὸς ἅμα βασιλεὺς “καὶ νέος, πρῶτος ὢν καὶ μετ᾿ ἐκείνους παρών.

“κατὰ γὰρ τὸ ῥηθὲν πρὸς τὸν προφήτην Ἡσαΐαν “τὰ “ἀπ᾿ ἀρχῆς ἰδοὺ ἥκασι, καὶ καινὰ ἃ νῦν ἀνατελεῖ.“ “ὥσπερ γὰρ νέφος τὰς ἡλιακὰς ἀκτῖνας ὑποδραμὸν καὶ “πρὸς ὀλίγον ἐπηλυγάσαν ἐσκίασεν αὐτὸν καὶ ἀντ᾿ αὐ- “τοῦ προεφάνη, εἶτα παρελθόντος ἢ διατακέντος τοῦ “νέφους ἐξεφάνη πάλιν ἐπανατείλας ὁ ἥλιος ὁ προα- “νατείλας, οὕτω προστὰς καὶ προσπελάσας ἑαυτὸν ὁ “Μακριανὸς τῆς ἐφεστώσης Γαλλιηνοῦ βασιλείας, ὁ “μὲν οὐκ ἔστιν, ἐπεὶ μηδὲ ἧν, ὁ δ᾿ ἔστιν ὁμοίως “ὥσπερ ἦν.

καὶ οἷον ἀποθεμένη τὸ γῆρας ἡ βασι- “λεία, καὶ τὴν προοῦσαν ἀνακαθηραμένη κακίαν, “ἀκμαιότερον νῦν ἐπανθεῖ, καὶ πορρώτερον ὁρᾶται “καὶ ἀκούεται καὶ διαφοιτᾷ πανταχοῦ.”

εἶθ᾿ ἑξῆς καὶ τὸν χρόνον, καθ᾿ ὃν ταῦτ᾿ ἔγραφε, διὰ τούτων σημαίνει “καί μοι πάλιν τὰς ἡμέρας τῶν βασιλικῶν “ἐτῶν ἔπεισι σκοπεῖν. ὁρῶ γὰρ, ὡς ὀνομασθέντες “μὲν οἱ ἀσεβέστατοι μετ᾿ οὐ πολὺ γεγόνασιν ἀνώνυ- “μοι, ὁ δὲ ὁσιώτερος καὶ φιλοθεώτερος ὑπερβὰς τὴν “ἑπταετηρίδα νῦν ἐνιαυτὸν ἔνατον διανύει, ἐν ᾧ “ἡμεϊς ἑορτάσωμεν.”