Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. V, 6-7] Πρῶτος μὲν οὖν τούτων ὁ μικρῷ πρόσθεν δηλωθεὶς Πλούταρχος ἦν· οὗ τὴν ἐπὶ θανάτῳ ἀπαγομένου σμικροῦ δεῖν αὖθις ὁ περὶ οὗ ὁ λόγος συμπαρὼν αὐτῷ εἰς ὑστάτην τοῦ βίου τελευτὴν ὑπὸ τῶν αὐτοῦ πολιτῶν ἀνῄρητο, ὡς αἴτιος αὐτῷ πεφηνὼς τοῦ θανάτου· θεοῦ δὲ αὐτὸν ἐτήρει καὶ τότε βουλή.

μετὰ δὲ Πλούταρχον δεύτερος τῶν Ὠριγένους φοιτητῶν μάρτυς ἀναδείκνυται Σερῆνος, διὰ πυρὸς τὴν δοκιμὴν ἧς παρειλήφει πίστεως παρεσχημένος.

τῆς αὐτῆς διατριβῆς τρίτος καθίσταται μάρτυς Ἡρακλείδης, καὶ ἐπὶ τούτῳ τέταρτος Ἥρων, ὁ μὲν πρότερος ἔτι κατηχούμενος, ὁ δὲ νεοφώτιστος, τὴν κεφαλὴν ἀποτμηθέντες. ἔτι πρὸς τούτοις τῆς αὐτῆς σχολῆς πέμπτος ἀθλητὴς τῆς εὐσεβείας ἀνακηρύττεται ἕτερος τοῦ πρώτου Σερῆνος, ὃν μετὰ πλείστην βασάνων ὑπομονὴν κεφαλῆς ἀποτομῇ κολασθῆναι λόγος ἔχει. καὶ γυναικῶν δὲ Ἡραῒς ἔτι κατηχουμένη τὸ βάπτισμα, ὥς φησί που αὐτὸς, τὸ διὰ πυρὸς λαβοῦσα τὸν βίον ἐξελήλυθεν.

[Nic. H. E. V. 7] Ἕβδομος δὲ ἐν τούτοις ἀριθμείσθω Βασιλείδης, τὴν περιβόητον Ποταμίαι-

v.4.p.247
νᾶν ἀπαγαγὼν, περὶ ἧς πολὺς ὁ λόγος εἰσέτι νῦν παρὰ τοῖς ἐπιχωρίοις ᾄδεται, μυρία μὲν ὑπὲρ τῆς τοῦ σώματος ἁγνείας τε καὶ παρθενίας, ἐν ᾗ διέπρεψε, πρὸς ἐραστὰς ἀγωνισαμένης καὶ γὰρ οὑν αὐτῇ ἀκμαῖον πρὸς τῇ ψυχῇ καὶ τὸ τοῦ σώματος ὡραῖον ἐπήνθει), μυρία δὲ ὑπὲρ τῆς εἰς Χριστὸν πίστεως ἀνατλησάσης, καὶ τέλος μετὰ δεινὰς καὶ φρικτὰς εἰπεῖν βασάνους ἅμα τῇ μητρὶ Μαρκέλλῃ διὰ πυρὸς τελειωθείσης.

φασί γέ τοι τὸν δικαστὴν (Ἀκύλας ἦν τούτῳ ὄνομα), χαλεπὰς ἐπιθέντα αὐτῇ κατὰ παντὸς τοῦ σώματος αἰκίας, τέλος ἐφ’ ὕβρει τοῦ σώματος μονομάχοις αὐτὴν ἀπειλῆσαι παραδοῦναι· τὴν δὲ βραχύ τι εἰς ἑαυτὴν ἐπισκεψαμένην, ἐρωτηθεῖσαν ὃ κρίνειε, τοιαύτην δοῦναι ἀπόκρισιν, δι’ ἧς ἐδόκει νενομισμένον τι αὐτοῖς ἀσεβὲς ἀποφθέγξασθαι

ἅμα δὲ λόγῳ τὸν τῆς ἀποφάσεως ὅρον καταδεξαμένην ὁ Βασιλείδης, εἶς τις ὢν τῶν ἐν στρατείαις ἀναφερομένων, ἀπάγει παραλαβὼν τὴν ἐπὶ θανάτῳ. ὡς δὲ τὸ πλῆθος ἐνοχλεῖν αὐτῇ καὶ ἀκολάστοις ἐνυβρίζειν ῥήμασιν ἐπειρᾶτο, ὁ μὲν ἀνεῖργεν ἀποσοβῶν τοὺς ἐνυβρίζοντας, πλεῖστον ἔλεον καὶ φιλανθρωπίαν εἰς αὐτὴν ἐνδεικνύμενος, ἡ δὲ τῆς περὶ αὐτὴν συμπαθείας ἀποδεξαμένη τὸν ἄνδρα θαρρεῖν παρακελεύεται· ἐξαιτήσεσθαι γὰρ αὐτὸν ἀπελθοῦσαν παρὰ τοῦ ἑαυτῆς κυρίου, καὶ οὐκ εἰς μακρὸν τῶν εἰς αὐτὴν πεπραγμένων τὴν ἀμοιβὴν ἀποτίσειν αὐτῷ.

ταῦτα δὲ εἰποῦσαν γενναίως τὴν ἔξοδον ὑποστῆναι, πίττης ἐμπύρου κατὰ διάφορα μέρη τοῦ σώματος ἀπ’ ἄκρων ποδῶν καὶ μέχρι κορυφῆς ἠρέμα καἰ κατὰ μικρὸν περιχυθείσης αὐτῇ

καὶ ὁ μὲν τῆς ἀοιδίμου κόρης τοιοῦτος κατηγώνιστο ἆθλος. οὐ μακρὸν δὲ χρόνον διαλιπὼν

v.4.p.248
ὁ Βασιλείδης, ὅρκον διά τινα αἰτίαν πρὸς τῶν συστρατιωτῶν αἰτηθεὶς, μὴ ἐξεῖναι αὐτῷ τὸ παράπαν ὀμνύναι διεβεβαιοῦτο· Χριστιανὸν γὰρ ὑπάρχειν, καὶ τοῦτο ἐμφανῶς ὁμολογεῖν. παίζειν μὲν οὖν ἐνομίξετο τέως τὰ πρῶτα, ὡς δὲ ἐπιμόνως ἀπισχυρίζετο, ἄγεται ἐπὶ τὸν δικαστὴν, ἐφ᾿ οὗ τὴν ἔνστασιν ὁμολογήσας δεσμοῖς παραδίδοται.

τῶν δὲ κατὰ θεὸν ἀδελφῶν ὡς αὐτὸν ἀφικνουμένων, καὶ τὴν αἰτίαν τῆς ἀθρόας καὶ παραδόξου ταύτης ὁρμῆς πυνθανομένων, λέγεται εἰπεῖν ὡς ἄρα Ποταμίαινα τρισὶν ὕστερον ἡμέραις τοῦ μαρτυρίου νύκτωρ ἐπιστᾶσα στέφανον αὐτοῦ τῇ κεφαλῇ περιθεῖσα εἴη, φαίη τε παρακεκληκέναι χάριν αὐτοῦ τὸν κύριον, καὶ τῆς ἀξιώσεως τετυχηκέναι, οὐκ εἰς μακρόν τε αὐτὸν παραλήψεσθαι. ἐπὶ τούτοις τῶν ἀδελφῶν τῆς ἐν κυρίῳ σφραγῖδος μεταδόντων αὐτῷ, τῇ μετέπειτα ἡμέρᾳ τῷ τοῦ κυρίου διαπρέψας μαρτυρίῳ τὴν κεφαλὴν ἀποτέμνεται.

καὶ ἄλλοι δὲ πλείους τῶν κατ᾿ Ἀλεξάνδρειαν ἀθρόως τῷ Χριστοῦ λόγῳ προσελθεῖν κατὰ τοὺς δεδηλωμένους ἱστοροῦνται, ὡς δὴ καθ᾿ ὕπνους τῆς Ποταμιαίνης ἐπιφανείσης καὶ προσκεκλημένης αὐτούς. ἀλλὰ ταῦτα μὲν ὧδε ἐχέτω.

[Nic. H. E. IV, 33] Πάνταινον δὲ Κλήμης διαδεξάμενος τῆς κατ᾿ Ἀλεξάνδρειαν κατηχήσεως εἰς ἐκεῖνο τοῦ καιροῦ καθηγεῖτο, ὡς καὶ τὸν Ὠριγένην τῶν φοιτητῶν γενέσθαι αὐτοῦ. τήν γέ τοι τῶν Στρωματέων αὐτοῦ πραγματείαν ὁ Κλήμης ὑπομνηματιζόμενος, κατὰ τὸ πρῶτον σύγγραμμα χρονικὴν ἐκθέμενος γραφὴν, εἰς τὴν Κομόδου τελευτὴν περιγράφει τοὺς χρόνους, ὡς εἶναι σαφὲς ὅτι κατὰ Σεβῆρον αὐτῷ πεπόνηται τὰ σπουδάσματα, οὗ τοὺς χρόνους ὁ παρὼν ἱστορεῖ λόγος.

v.4.p.249

[Nic. H. E IV, 35] Ἐν τούτῳ καὶ Ἰούδας συγγραφέων ἕτερος, εἰς τὰς παρὰ τῷ Δανιὴλ ἑβδομάδας ἐγγράφως διαλεχθεὶς, ἐπὶ τὸ δέκατον τῆς Σεβήρου βασιλείας ἵστησι τὴν χρονογραφίαν, ὃς καὶ τὴν θρυλουμένην τοῦ ἀντιχρίστου παρουσίαν ἤδη τότε πλησιάζειν ᾤετο· οὕτω σφοδρῶς ἡ τοῦ τότε καθ’ ἡμῶν διωγμοῦ κίνησις τὰς τῶν πολλῶν ἀνατεταράχει διανοίας.

[Nic. H. E. V, 8] Ἐν τούτῳ δὲ τῆς κατηχήσεως ἐπὶ τῆς Ἀλεξανδρείας τοὔργον ἐπιτελοῦντι τῷ Ὠριγένει πρᾶγμά τι διαπέπρακται, φρενὸς μὲν ἀτελοῦς καὶ νεανικῆς, πίστεως δὲ ὁμοῦ καὶ σωφροσύνης μέγιστον δεῖγμα περιέχον.