Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. Η. E. IV, 4 5] Σχολάζοντι δὲ τῇ διατριβῇ, ὥς που καὶ αὐτὸς ἐγγράφως ἱστορεῖ, μηδενός τε ἐπὶ τῆς Ἀλεξανδρείας τῷ κατηχεῖν ἀνακειμένου, πάντων δὲ ἀπεληλαμένων ὑπὸ τῆς ἀπειλῆς τοῦ διωγμοῦ, προσῄεσαν αὐτῷ τινὲς ἀπὸ τῶν ἐθνῶν ἀκουσόμενοι τὸν λόγον τοῦ θεοῦ.

ὧν πρῶτον ἐπισημαίνεται γεγονέναι Πλούταρχον, ὃς μετὰ τὸ βιῶναι καλῶς καὶ μαρτυρίῳ θείῳ κατεκοσμήθη· δεύτερον Ηρακλᾶν τοῦ Πλουτάρχου ἀδελφὸν, ὃς δὴ καὶ αὐτὸς παρ’ αὐτῷ πλείστην βίου φιλοσόφου καὶ ἀσκήσεως ἀπόδειξιν παρασχὼν τῆς Ἀλεξανδρέων μετὰ Δημήτριον τρίον ἐπισκοπῆς ἀξιοῦται.

ἔτος δ’ ἦγεν ὀκτωκαιδέκατον, καθ’ ὃ τοῦ τῆς κατηχήσεως προέστη διδασκαλείου. ἐν ᾧ καὶ προκόπτει ἐπὶ τῶν κατὰ Ἀκύλαν τῆς Ἀλεξανδρείας ἡγούμενον διωγμῶν, ὅτε καὶ μάλιστα διαβόητον ἐκτήσατο παρὰ πάσι τοῖς ἀπὸ τῆς πίστεως ὁρμωμένοις ὄνομα, δι’ ἣν ἐνεδείκνυτο πρὸς ἅπαντας τοὺς ἁγίους ἀγνῶτάς τε καὶ γνωρίμους μάρτυρας δεξίωσίν τε καὶ προθυμίαν.

οὐ μόνον γὰρ ἐν δεσμοῖς τυγχάνουσιν, οὐδὲ μέχρις ὑστάτης ἀποφάσεως ἀνακρινομένοις συνῆν, ἀλλὰ καὶ μετὰ ταύτην τὴν ἀπαγομένοις τὴν ἐπὶ θανάτῳ τοῖς ἁγίοις μάρτυσι πολλῇ τῇ παρρησίᾳ χρώμενος καὶ ὁμόσε τοῖς κινδύ-

v.4.p.244
νοῖς χωρῶν· ὥστε ἤδη αὐτὸν προσιόντα θαρσαλέως καὶ τοὺς μάρτυρας μετὰ πολλῆς παρρησίας φιλήματι προσαγορεύοντα πολλάκις ἐπιμανεὶς ὁ ἐν κύκλῳ τῶν ἐθνῶν δῆμος σμικροῦ δεῖν κατέλευσεν, εἰ μὴ τῆς θείας δεξιᾶς βοηθοῦ καθάπαξ τυγχάνων παραδόξως διεδίδρασκεν.

ἡ δ’ αὐτὴ θεία καὶ οὐράνιος χάρις ἄλλοτε πάλιν καὶ πάλιν, καὶ οὐδ’ ἔστιν ὁσάκις εἰπεῖν, τῆς ἄγαν περὶ τὸν Χριστοῦ λόγον προθυμίας τε καὶ παρρησίας ἕνεκεν τηνικαῦτα ἐπιβουλευόμενον αὐτὸν διεφύλαττε. τοσοῦτος δ’ ἦν ἄρα τῶν ἀπίστων ὁ πρὸς αὐτὸν πόλεμος, ὡς καὶ συστροφὰς ποιησαμένους, στρατιώτας αὐτῷ περὶ τὸν οἶκον, ἔνθα κατέμενεν, ἐπιστῆσαι, διὰ τὸ πλῆθος τῶν τὰ τῆς ἱερὰς πίστεως κατηχουμένων παρ’ αὐτῷ.

οὕτω δὲ ὁσημέραι ὁ κατ’ αὐτοῦ διωγμὸς ἐξεκάετο ὡς μηκέτι χωρεῖν αὐτὸν τὴν πᾶσαν πόλιν, οἴκους μὲν ἐξ οἴκων ἀμείβοντα, πανταχόθεν δὲ ἐλαυνόμενον, τῆς πληθύος ἕνεκεν τῶν δι’ αὐτοῦ τῇ θείᾳ προσιόντων διδασκαλίᾳ· ἐπεὶ καὶ τὰ κατὰ πρᾶξιν ἔργα αὐτῷ γνησιωτάτης φιλοσοφίας κατορθώματα εὖ μάλα θαυμαστὰ περιεῖχεν.

οἶον γοῦν τὸν λόγον, τοιόνδε φασὶ τὸν τρόπον· καὶ οἷον τὸν τρόπον, τοιόνδε τὸν λόγον ἐπεδείκνυτο. διὸ δὴ μάλιστα συναιρομένης αὐτῷ δυνάμεως θείας μυρίους ἐνῆγεν ἐπὶ τὸν αὐτοῦ ζῆλον.

ἐπειδὴ δὲ ἐώρα φοιτητὰς ἤδη πλείους προσιόντας, αὐτῷ μόνῳ τῆς τοῦ κατηχεῖν διατριβῆς ὑπὸ Δημητρίου τοῦ τῆς ἐκκλησίας προεστῶτος ἐπιτετραμμένης, ἀσύμφωνον ἡγησάμενος τὴν τῶν γραμματικῶν λόγων διδασκαλίαν τῇ πρὸς τὰ θεῖα παιδεύματα ἀσκήσει, μὴ μελλήσας ἀπορρήγνυσιν ἅτε ἀνωφελῆ καὶ τοῖς ἱεροῖς μαθήμασιν ἐναντίαν τὴν τῶν γραμματικῶν λόγων διατριβήν.

εἶτα λογισμῷ καθήκοντι, ὡς ἂν μὴ

v.4.p.245
γένοιτο τῆς παρ’ ἑτέρων ἐπικουρίας ἐνδεὴς, ὅσαπερ ἦν αὐτῷ πρότερον λόγων ἀρχαίων συγγράμματα φιλοκάλως ἐσπουδασμένα μεταδοὺς, τοῖς ὑπὸ τοῦ ταῦτα ἐωνημένου φερομένοις αὐτῷ τέτταρσιν ὀβολοῖς τῆς ἡμέρας ἠρκεῖτο, πλείστοις τε ἔτεσι τοῦτον φιλοσοφῶν διετέλει τὸν τρόπον, πάσας ὕλας νεωτερικῶν ἐπιθυμιῶν ἑαυτοῦ περιαιρούμενος, καὶ διὰ πάσης μὲν ἡμέρας οὐ σμικροὺς ἀσκήσεως καμάτους ἀνατλῶν, καὶ τῆς νυκτὸς δὲ τὸν πλείονα χρόνον ταῖς τῶν θείων γραφῶν ἑαυτὸν ἀνατιθεὶς μελέταις, βίῳ τε ὡς ἔνι μάλιστα ἐγκαρτερῶν φιλοσοφωτάτῳ, τοτὲ μὲν τοῖς ἐν ἀσιτίαις γυμνασίοις ἐνασκούμενος, τοτὲ δὲ μεμετρημένοις τοῖς κατὰ τὸν ὕπνον καιροῖς, οὗ μεταλαμβάνειν οὐδ’ ὅλως ἐπὶ στρωμνῆς, ἀλλ’ ἐπὶ τοὔδαφος διὰ σπουδῆς ἐποιεῖτο.

πάντων δὲ μάλιστα τὰς εὐαγγελικὰς τοῦ σωτῆρος φωνὰς φυλακτέας εἶναι ᾤετο δεῖν, τάς τε περὶ τοῦ μὴ δύο χιτῶνας μηδ’ ὑποδήμασι χρῆσθαι παραινούσας, μηδὲ μὴν ταῖς περὶ τοῦ μέλλοντος χρόνου φροντίσι κατατρίβεσθαι.

ἀλλὰ καὶ μείζονι τῆς ἡλικίας προθυμίᾳ χρώμενος, ἐν ψύχει καὶ γυμνότητι διακαρτερῶν, εἰς ἄκρον τε ὑπερβαλλούσης] ἀκτημοσύνης ἐλαύνων, τοὺς ἀμφ’ αὐτὸν εἰς τὰ μάλιστα κατέπλησσε, μυρίους μὲν ὅσους λυπῶν εὐχομένους αὐτῷ κοινωνεῖν τῶν ὑπαρχόντων, δι’ οὑς ἑώρων αὐτὸν εἰσφέροντα περὶ τὴν θείαν διδασκαλίαν καμάτους, οὐ μὴν αὐτός γε ἐνδιδοὺς ταῖς καρτερίαις.

λέγεται γοῦν καὶ πλειόνων ἐτῶν γῆν πεπατηκέναι, μηδενὶ μηδαμῶς κεχρημένος ὑποδήματι, ἀλλὰ καὶ οἴνου χρήσεως καὶ τῶν ἄλλων παρὰ τὴν ἀναγκαίαν τροφὴν πλείστοις ἔτεσιν ἀπεσχημένος, [*](17 Matth. 10, 10.)

v.4.p.246
ὥστε ἤδη εἰς κίνδυνον ἀνατροπῆς καὶ διαφθορᾶς τοῦ θώρακος περιπεσεῖν.

τοιαῦτα δὴ φιλοσόφου βίου τοῖς θεωμένοις παρέχων ὑποδείγματα εἰκότως ἐπὶ τὸν ὅμοιον αὐτῷ ζῆλον πλείους παρώρμα τῶν φοιτητῶν, ὥστε ἤδη καὶ τῶν ἀπίστων ἐθνῶν, τῶν τε ἀπὸ παιδείας καὶ φιλοσοφίας οὐ τοὺς τυχόντας ὑπάγεσθαι τῇ δι᾿ αὐτοῦ διδασκαλίᾳ· οἷς καὶ αὐτοῖς γνησίως ἐν βάθει ψυχῆς τὴν εἰς τὸν θεῖον λόγον πίστιν δι᾿ αὐτοῦ παραδεχομένοις διαπρέπειν συνέβαινε κατὰ τὸν τότε τοῦ διωγμοῦ καιρὸν, ὡς καί τινας αὐτόν ἁλόντας μαρτυρίῳ τελειωθῆναι.