Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. IV, 20] Μισόκαλός γε μὴν ἐς τὰ μάλιστα καὶ φιλοπόνηρος ὢν ὁ τῆς ἐκκλησίας τοῦ θεοῦ πολέμιος, μηδένα τε μηδαμῶς τῆς κατὰ τῶν ἀνθρώπων ἀπολιπὼν ἐπιβουλῆς τρόπον, αἱρέσεις ξένας αὖθις ἐπιφύεσθαι κατὰ τῆς ἐκκλησίας ἐνήργει, ὧν οἱ μὲν ἰοβόλων δίκην ἑρπετῶν ἐπὶ τῆς Ἀσίας καὶ Φρυγίας εἷρπον, τὸν μὲν παράκλητον Μοντανὸν, τὰς δ᾿ ἐξ αὐτοῦ γυναῖκας, Πρίσκιλλαν καὶ Μαξίμιλλαν, ὡσὰν τοῦ Μοντανοῦ προφήτιδας γεγονυίας αὐχοῦντες.

οἱ δ᾿ ἐπὶ ῾Ρώμης ἤκμαζον, ὧν ἡγεῖτο Φλωρῖνος, πρεσβυτερίου τῆς ἐκκλησίας ἀποπεσὼν, Βλάστος τε σὺν τούτῳ παραπλησίῳ πτώματι κατεσχημένος. οἳ καὶ πλείους τῆς ἐκκλησίας περιέλκοντες ἐπὶ τὸ σφῶν ὑπῆγον βούλημα, θάτερος ἰδίως περὶ τὴν ἀλήθειαν νεωτερίζειν πειρώμενος.

[Nic. H. E. IV, 23] Πρὸς μὲν οὖν τὴν λεγομένην κατὰ Φρύγας αἵρεσιν ὅπλον ἰσχυρὸν καὶ ἀκαταγώνιστον ἐπὶ τῆς Ἱεραπόλεως τὸν Ἀπολινάριον, οὗ καὶ πρόσθεν μνήμην ὁ λόγος πεποίητο, ἄλλους τε σὺν αὐτῷ πλείους τῶν τηνικάδε λογίων ἀνδρῶν ἡ τῆς ἀληθείας ὑπέρμαχος ἀνίστη δύναμις, ἐξ ὧν καὶ ἡμῖν ἱστορίας πλείστη τις ὑπόθεσις καταλέλειπται.

ἀρχόμενος γοῦν τῆς κατ᾿ αὐτῶν γραφῆς τῶν εἰρημένων δή τις πρῶτον ἐπισημαίνεται, ὡς καὶ ἀγράφοις τοῖς κατ᾿ αὐτῶν ἐπεξέλθοι ἐλέγχοις. προοιμιά-

v.4.p.215
ζεται γοῦν τοῦτον τὸν τρόπον

“ἐκ πλείστου ὅσου “καὶ ἱκανωτάτου χρόνου, ἀγαπητὲ Ἀουίρκιε Μάρ- “κελλε, ἐπιταχθεὶς ὑπὸ σοῦ συγγράψαι τινὰ λόγον “εἰς τὴν τῶν κατὰ Μιλτιάδην λεγομένων αἵρεσιν, “ἐφεκτικώτερόν πως μέχρι νῦν διεκείμην, οὐκ ἀπο- “ρίᾳ τοῦ δύνασθαι ἐλέγχειν μὲν τὸ ψεῦδος, μαρτυ- “ρεῖν δὲ τῇ ἀληθείᾳ, δεδιὼς δὲ καὶ ἐξευλαβούμενος “μή πη δόξω τισὶν ἐπισυγγράφειν ἢ ἐπιδιατάσσεσθαι “τῷ τῆς τοῦ εὐαγγελίου καινῆς διαθήκης λόγῳ, ᾧ “μήτε προσθεῖναι μήτ᾿ ἀφελεῖν δυνατὸν τῷ κατὰ τὸ “εὐαγγέλιον αὐτὸ πολιτεύεσθαι προῃρημένῳ.

προσ- “φάτως δὲ γενόμενος ἐν Ἀγκύρᾳ τῆς Γαλατίας, καὶ “καταλαβὼν τὴν κατὰ Πόντον ἐκκλησίαν ὑπὸ τῆς “νέας ταύτης, οὐχ, ὡς αὐτοί φασι, προφητείας, πολὺ “δὲ μᾶλλον, ὡς δειχθήσεται, ψευδοπροφητείας δια- “τεθρυλημἐνην, καθ᾿ ὅσον δυνατὸν, τοῦ κυρίου πα- “ρασχόντος, περὶ αὐτῶν τε τούτων καὶ τῶν προτει- “νομένων ὑπ᾿ αὐτῶν ἕκαςά τε διελέχθημεν ἡμέραις “πλείοσιν ἐν τῇ ἐκκλησία, ὡς τὴν μὲν ἐκκλησίαν “ἀγαλλιασθῆναι καὶ πρὸς τὴν ἀλήθειαν ἐπιρρωσθῆ- “ναι, τοὺς δ᾿ ἐξ ἐναντίας πρὸς τὸ παρὸν ἀποκρουσθῆ- “ναι, καὶ τοὺς ἀντιθέους λυπηθῆναι.

ἀξιούντων “οὖν τῶν κατὰ τόπον πρεσβυτέρων, ὅπως τῶν λε- “χθέντων κατὰ τῶν ἀντιδιατιθεμένων τῷ τῆς ἀλη- “θείας λόγῳ ὑπόμνημά τι καταλίπωμεν, παρόντος καὶ “τοῦ συμπρεσβυτέρου ἡμῶν Ζωτικοῦ τοῦ Ὀτρηνοῦ, “τοῦτο μὲν οὐκ ἐπράξαμεν, ἐπηγγειλάμεθα δὲ, ἐν- “θάδε γράψαντες τοῦ κυρίου διδόντος διὰ σπουδῆς “πέμψειν αὐτοῖς.”

ταῦτα καὶ ἑξῆς τούτοις ἕτερα κατ᾿ ἀρχὰς εἰπὼν τοῦ λόγου, τὸν αἴτιον τῆς δηλουμένης αἱρέσεως προϊὼν τοῦτον ἀνιστορεῖ τὸν τρόπον “ἡ τοίνυν ἔνστασις αὐτῶν καὶ ἡ πρόσφατος τοῦ ἀπο-

v.4.p.216
“σχίσματος αἵρεσις πρὸς τὴν ἐκκλησίαν τὴν αἰτία “ἔσχε τοιαύτην.

κώμη τις εἶναι λέγεται ἐν τῇ κατὰ “τὴν Φρυγίαν Μυσίᾳ, καλουμένη Ἀρδαβαῦ τοὔνομα· “ἔνθα φασί τινα τῶν νεοπίστων πρώτως, Μοντανὸν “τοὔνομα, κατὰ Γρᾶτον Ἀσίας ἀνθύπατον, ἐν ἀπιθυμίᾳ “ψυχῆς ἀμέτρῳ φιλοπρωτείας δόντα πάροδον εἰς “ἑαυτὸν τῷ ἀντικειμένῳ πνευματοφορηθῆναί τε καὶ “αἰφνιδίως ἐν κατοχῇ τινι καὶ παρεκστάσει γενόμενον “ἐνθουσιᾶν ἄρξασθαί τε λαλεῖν καὶ ξενοφωνεῖν, “παρὰ τὸ κατὰ παράδοσιν καὶ κατὰ διαδοχὴν ἄνωθεν “τῆς ἐκκλησίας ἔθος δῆθεν προφητεύοντα.