Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. IV, 29] Ἐν τούτῳ καὶ Ῥόδων, γένος τῶν Ἀσίας, μαθητευθεὶς ἐπὶ Ῥώμης, ὡς αὐτὸς ἱστορεῖ, Τατιανῷ, ὃν ἐκ τῶν πρόσθεν ἔγνωμεν, διάφορα συντάξας βιβλία, μετὰ τῶν λοιπῶν καὶ πρὸς τὴν Μαρκίωνος παρατέτακται αἵρεσιν· ἣν καὶ εἰς διαφόρους γνώμας κατ’ αὐτὸν διαστᾶσαν ἱστορεῖ, τοὺς τὴν διάστασιν ἐμπεποιηκότας ἀναγράφων, ἐπ’ ἀκριβές τε τὰς παρ’ ἑκάστῳ τούτων ἐπινενοημένας διελέγχων ψευδολογίας.

ἄκουε δ’ οὖν καὶ αὐτοῦ ταῦτα γράφοντος διὰ τοῦτο καὶ παρ’ ἑαυτοῖς ἀσύμφωνοι γεγόνασιν, ἀσυστάτου γνώμης ἀντιποιούμενοι. “ἀπὸ γὰρ τῆς τούτων ἀγέλης Ἀπελλῆς μὲν, ὁ τῇ πο- “λιτείᾳ σεμνυνόμενος καὶ τῷ γήρᾳ, μίαν ἀρχὴν τὰς δὲ προφητείας ἐξ ἀντικειμένου λέγει πνεύματος, πειθόμενος ἀποφθέγμασι παρθένου δαιμονώσης, ὄνομα Φιλουμένης.

ἕτεροι δὲ, καθὼς καὶ αὐτὸς ὁ ναύτης Μαρκίων, δύο ἀρχὰς εἰσηγοῦνται· “ἀφ᾿ ὧν εἰσι Ποτίτός τε καὶ Βασιλικός.

καὶ οὗτοι ‘·μὲν κατακολουθήσαντες τῷ Ποντικῷ λύκῳ, καὶ μὴ εὑρίσκοντες τὴν διαίρεσιν τῶν πραγμάτων, ὡς οὐδὲ. ἐκεῖνος, ἐπὶ τὴν εὐχέρειαν ἐτράποντο, καὶ δύο ἀρχὰς ἀπεφήναντο ψιλῶς καὶ ἀναποδείκτως. ἄλλοι δὲ πάλιν ἀπ’ αὐτῶν ἐπὶ τὸ χεῖρον ἐξοκείλαντες οὐ μό- “νον δύο, ἀλλὰ καὶ τρεῖς ὑποτίθενται φύσεις, ὧν “ἐστιν ἀρχηγὸς καὶ προστάτης Σύνερως, καθὼς οἶ τὸ

v.4.p.213
“διδασκαλεῖον αὐτοῦ προβαλλόμενοι λέγουσι.”

γράφει δὲ ὁ αὐτὸς ὡς καὶ εἰς λόγους ἐληλύθοι τῷ Ἀπελλῇ, φάσκων οὕτως “ὁ γὰρ γέρων Ἀπελλῆς συμ- “μίξας ἡμῖν πολλὰ μὲν κακῶς λέγων ἠλέγχθη, ὅθεν “καὶ ἔφασκε μὴ δεῖν ὅλως ἐξετάζειν τὸν λόγον, ἀλλ᾿ “ἕκαστον, ὡς πεπίστευκε, διαμένειν. σωθήσεσθαι “γὰρ τοὺς ἐπὶ τὸν ἐσταυρωμένον ἠλπικότας ἀπεφαί- “νετο, μόνον ἐὰν ἐν ἔργοις ἀγαθοῖς εὑρίσκωνται. τὸ “δὲ πάντων ἀσαφέστατον ἐδογματίζετο αὐτῷ πρᾶγμα, “καθὼς προειρήκαμεν, τὸ περὶ τοῦ θεοῦ. ἔλεγε μὲν “γὰρ μίαν ἀρχὴν καθὼς καὶ ὁ ἡμέτερος λόγος.”

εἶτα προθεὶς αὐτοῦ πᾶσαν τὴν δόξαν ἐπιφέρει φάσκων “λέγοντος δέ μου πρὸς αὐτὸν ῾πόθεν ἡ ἀπό- “δειξις αὕτη σοι, ἢ πῶς δύνασαι λέγειν μίαν ἀρχὴν, “φράσον ἡμῖν᾿ ἔφη τὰς μὲν προφητείας ἑαυτὰς ἐλέγ- “χειν, διὰ τὸ μηδὲν ὅλως ἀληθὲς εἰρηκέναι· ἀσύμφω- “νοι γὰρ ὑπάρχουσι καὶ ψευδεῖς καὶ ἑαυταῖς ἀντι- “κείμεναι. τὸ δὲ πῶς ἐστι μία ἀρχὴ μὴ γινώσκειν “ἔλεγεν, οὕτω δὲ κινεῖσθαι μόνον.

εἶτ᾿ ἐπομοσα- “μένου μου τἀληθὲς εἰπεῖν, ὤμνυεν ἀληθεύων λέ- ‘’γειν, μὴ ἐπίστασθαι πῶς εἷς ἐστιν ἀγέννητος θεὸς, “τοῦτο δὲ πιστεύειν. ἐγὼ δὲ γελάσας κατέγνων αὐτοῦ, “διότι διδάσκαλος εἶναι λέγων οὐκ ᾔδει τὸ διδασκό- “μενον ὑπ᾿ αὐτοῦ κρατύνειν.”

ἐν τῷ αὐτῷ δὲ συγγράμματι Καλλιστίωνι προσφωνῶν ὁ αὐτὸς μεμαθητεῦσθαι ἐπὶ ῾Ρώμης Τατιανῷ ἑαυτὸν ὁμολογεῖ. φησὶ δὲ καὶ ἐσπουδάσθαι τῷ Τατιανῷ προβλημάτων βιβλίον, δι᾿ ὧν τὸ ἀσαφὲς καὶ ἐπικεκρυμμένον τῶν θείων γραφῶν παραστήσειν ὑποσχομένου τοῦ Τατιανοῦ αὐτὸς ὁ ῾Ρόδων ἐν ἰδίῳ συγγράμματι τὰς τῶν ἐκείνου προβλημάτων ἐπιλύσεις ἐκθήσεσθαι ἐπαγγέλλεται. φέρεται δὲ τοῦ αὐτοῦ καὶ εἰς τὴν ἑξαήμε-

v.4.p.214
ρον ὑπόμνημα.

ὅ γέ τοι Ἀπελλῆς οὗτος μυρία κατὰ τοῦ Μωυσέως ἠσέβησε νόμου, διὰ πλειόνων συγγραμμάτων τοὺς θείους βλασφημήσας λόγους, εἰς ἔλεγχόν τε, ὥς γε δὴ ἐδόκει, καὶ ἀνατροπὴν αὐτῶν οὐ μικρὰν πεποιημένος σπουδήν. ταῦτα μὲν οὖν περὶ τούτων.