Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

Μικρῷ δὲ πλέον ἐνιαυτοῦ βασιλεύσαντα [*](16 Tertullian. Apol. 5.)

v.4.p.108
Νέρουαν διαδέχεται τραϊανός, οὗ δὴ πρῶτον ἕτο ἦν, ἐν ᾧ τῆς κατ’ Ἀλεξάνδρειαν παροικίας Ἀβίλιο δέκα πρὸς τρισὶν ἔτεσιν ἡγησάμενον διαδέχεται Κε δῶν. τρίτος οὗτος τῶν αὐτόθι μετὰ τὸν πρῶτον Ἀ(??) νιανὸν προέστη. ἐν τούτῳ δὲ Ῥωμαίων εἰσέτι Κλη μὴς ἡγεῖτο, τρίτον καὶ αὐτὸς ἐπέχων τῶν τῇδε μετ Παῦλόν τε καὶ Πέτρον ἐπισκοπευσάντων βαθμόν Λίνος δὲ ὁ πρῶτος ἠν, καὶ μετ’ αὐτὸν Ἀνέγκλητος.

[Nic. H. E. III, 11] Ἀλλὰ καὶ τῶν ἐπ’ Ἀη τιοχείας Εὐοδίου πρώτου καταστάντος δεύτερος τοῖς δηλουμένοις Ἰγνάτιος ἐγνωρίζετο. Συμεὼν ὁμοίως δεύτερος μετὰ τὸν τοῦ σωτῆρος ἡμῶν ἀδελφὸν τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας κατὰ τούτους τὴν λειτουργίαν εἶχεν,

[Nic. H. E. III, 11 H, 42] Ἐπὶ τούτοις κατὰ τὴν Ἀσίαν ἔτι τῷ βίῳ περιλειπόμενος αὐτὸς ἐκεῖνος, ὃν ἠγάπα ὁ Ἰησοῦς, ἀπόστολος ὁμοῦ καὶ εὐαγγελιστὴς Ἰωάννης τὰς αὐτόθι διεῖπεν ἐκκλησίας, ἀπὸ τῆς κατὰ τὴν νῆσον μετὰ τὴν Δομετιανοῦ τελευτὴν ἐπανελθὼν φυγῆς.

ὅτι δὲ εἰς τούτους ἔτι τῷ βίῳ περιῆν ἀπόχρη διὰ δύο πιστώσασθαι τὸν λόγον μαρτύρων. πιστοὶ δ’ ἂν εἶεν οὗτοι, τῆς πρεσβεύσαντες ὀρθοδοξίας, εἰ δὴ τοιοῦτοι Εἰρηναῖος καὶ Κλήμης ὁ Ἀλεξανδρεύς.

ὧν ὁ μὲν πρότερος ἐν δευτέρῳ τῶν πρὸς τὰς αἱρέσεις ὡδέ πως γράφει κατὰ λέξιν “καὶ πάντες δὲ οἱ πρεσβύτεροι “μαρτυροῦσιν, οἱ κατὰ τὴν Ἀσίαν Ἰωάννῃ τῷ τοῦ “κυρίου μαθητῇ συμβεβληκότες, παραδεδωκέναι τὸν “ Ἰωάννην. παρέμεινε γὰρ αὐτοῖς μέχρι τῶν τραϊα- “νοῦ χρόνων.”

καὶ έν τρίτῳ δὲ τῆς αὐτῆς ὑπο- [*](26 Iren. Adv. haer. II, 22, 5. p. 148.)

v.4.p.109
θέσεως ταὐτὸ τοῦτο δηλοῖ διὰ τούτων “ἀλλὰ καὶ ἡ “ἐν Ἐφέσῳ ἐκκλησία ὑπὸ Παύλου μὲν τεθεμελιωμένη, “Ἰωάννου δὲ παραμείναντος αὐτοῖς μέχρι τῶν Τραϊ- “ανοῦ χρόνων, μάρτυς ἀληθής ἐστι τῆς τῶν ἀπο- “στόλων παραδόσεως.”

ὁ δὲ Κλήμης ὁμοῦ καὶ τὸν χρόνον ἐπισημηνάμενος καὶ ἱστορίαν ἀναγκαιοτάτην οἷς τὰ καλὰ καὶ ἐπωφελῆ φίλον ἀκούειν προστίθησιν ἐν ᾧ “τίς ὁ σωζόμενος πλούσιος” ἐπέγραψεν αὐτοῦ συγγράμματι. λαβὼν δὲ ἀνάγνωθι ὧδέ πως ἔχουσαν καὶ αὐτοῦ τὴν γραφήν

“ἄκουσον μῦθον οὐ μῦθον, ἀλλὰ ὄντα λόγον, περὶ Ἰωάννου τοὐ ἀποστόλου στόλου παραδεδομένον καὶ μνήμῃ πεφυλαγμένον. ἐπειδὴ γὰρ τοῦ τυράννου τελευτήσαντος ἀπὸ τῆς Πάτμου τῆς νήσου μετῆλθεν ἐπὶ τὴν Ἔφεσον, ἀπῄει παρακαλούμενος καὶ ἐπὶ τὰ πλησιόχωρα τῶν ἐθνῶν, ὅπου μὲν ἐπισκόπους καταστήσων, ὅπου δὲ ὅλας ἐκκλησίας ἁρμόσων, ὅπου δὲ κλήρῳ ἔνα γέ τινα κληρώσων τῶν ὑπὸ τοῦ πνεύματος σημαινομένων.

ἐλθὼν οὖν καὶ ἐπί τινα τῶν οὐ μακρὰν πόλεων, ἧς καὶ τοὔνομα λέγουσιν ἔνιοι, καὶ τἄλλα ἀναπαύσας τοὺς ἀδελφοὺς, ἐπὶ πᾶσι τῷ καθεστῶτι προσβλέψας ἐπισκόπῳ, νεανίσκον ἱκανὸν τῷ σώματι καὶ τῇ ὄψει ἀστεῖον καὶ θερμὸν τὴν ψυχὴν ἰδὼν, “τοῦτον” ἔφη σοὶ παρακατατίθεμαι μετὰ πάσης σπουδῆς, ἐπὶ τῆς ἐκκλησίας καὶ τοῦ Χριστοῦ μάρτυρος.” τοῦ δὲ δεχομένου καὶ πάνθ’ ὑπισχνουμένου καὶ πάλιν τὰ αὐτὰ διελέγετο καὶ διεμαρτύρετο.