Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

“Ἔτι δὲ περιῆσαν οἱ ἀπὸ γένους τοῦ κυρίου “υἱωνοὶ Ἰούδα, τοῦ κατὰ σάρκα λεγομένου αὐτοῦ “ἀδελφοῦ, οὓς ἐδηλατόρευσαν ὡς ἐκ γένους ὄντας ‘Δαβίδ. τούτους δ’ ὁ Ἰουόκατος ἤγαγε πρὸς Δομε- “τιανὸν Καίσαρα· ἐφοβεῖτο γὰρ τὴν παρουσίαν τοῦ “Χριστοῦ Χριστοῦ ὡς καὶ Ἡρώδης.

καὶ ἐπηρώτησεν αὐ- “τοὺς εἰ ἐκ Δαβίδ εἰσι, καὶ ὡμολόγησαν. τότε ἐπηρώτησεν αὐτοὺς πόσας κτήσεις ἔχουσιν, ἢ πόσων χρημάτων κυριεύουσιν. οἱ δὲ εἶπαν ἀμφότεροι ἐννακισχίλια δηνάρια ὑπάρχειν αὐτοῖς μόνα, ἑκάστῳ “αὐτῶν ἀνήκοντος τοῦ ἡμίσεος. καὶ ταῦτα οὐκ ἐν “ἀργυρίοις ἔφασκον ἔχειν, ἀλλ’ ἐν διατιμήσει γῆς πλέθρων τριάκοντα ἐννέα μόνων, ἐξ ὧν καὶ τοὺς ‘φόρους ἀναφέρειν καὶ αὐτοὺς αὐτουργοῦντας δια- ᾿῾τρέφεσθαι.

εἶτα δὲ καὶ τὰς χεῖρας τὰς ‘ἐπιδεικνύναι, μαρτύριον τῆς αὐτουργίας τὴν τοῦ σώ- “ματος σκληρίαν καὶ τοὺς ἀπὸ τῆς συνεχοῦς ἐργασίας ῾ ἐναποτυπωθέντας ἐπὶ τῶν ἰδίων χειρῶν τύλους πα- ‘ριστάντας.

ἐρωτηθέντας δὲ περὶ τοῦ Χριστοῦ καὶ

v.4.p.107
τῆς βασιλείας αὐτοῦ, ὁποία τις εἴη καὶ ποῖ καὶ πότε φανησομένη, λόγον δοῦναι ὡς οὐ κοσμικὴ μὲν οὐδ’ ἐπίγειος, ἐπουράνιος δὲ καὶ ἀγγελικὴ τυγχάνει, ἐπὶ συντελείᾳ τοῦ αἰῶνος γενησομένη, ὁπηνίκα ἐλθὼν ἐν δόξῃ κρινεῖ ζῶντας καὶ νεκροὺς, καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ.

ἐφ’ οἷς μηδὲν αὐτῶν κατεγνωκότα τὸν Δπμετιανὸν, ἀλλὰ καὶ ὡς εὐτελῶν καταφρονήσαντα, ἐλευθέρους μὲν αὐτοὺς ἀνεῖναι, καταπαῦσαι δὲ διὰ προστάγματος τὸν κατὰ τῆς ἐκκλησίας διωγμόν.

τοὺς δὲ ἀπολυθέντας ἡγήσασθαι τῶν ἐκκλησιῶν, ὡσὰν δὴ μάρτυρας ὁμοῦ καὶ ἀπὸ γένους ὄντας τοῦ κυρίου, γενομένης τε εἰρήνης μέχρι Τραϊανοῦ παραμεῖναι αὐτοὺς τῷ βίῳ.”

ταῦτα μὲν ὁ Ἡγήσιππος. οὐ μὴν ἀλλὰ καὶ ὁ Τερτυλλιανὸς τοῦ Δομετιανοῦ τοιαύτην πεποίηται μνήμην· “πεπειράκει ποτὲ καὶ Δομετιανὸς ταὐτὸ ‘ποιεῖν ἐκείνῳ, μέρος ὢν τῆς Νέρωνος ὠμότητος. ἀλλ’ οἶμαι ἅτε ἔχων τι συνέσεως τάχιστα ἐπαύσατο, ‘ἀνακαλεσάμενος καὶ οὓς ἐξεληλάκει.”

μετὰ δὲ τὸν Δομετιανὸν πεντεκαίδεκα ἔτεσιν ἐπικρατήσαντα Νέρουα τὴν ἀρχὴν διαδεξαμένου καθαιρεθῆναι μὲν τὰς Δομετιανο τιμὰς, ἐπανελθεῖν δὲ ἐπὶ τὰ οἰκεῖα μετὰ τοῦ καὶ τὰς οὐσίας ἀπολαβεῖν τοὺς ἀδίκως ἐξεληλαμένους, ἡ Ῥωμαίων σύγκλητος βουλὴ ψηφίζεται· ἱστοροῦσιν οἱ γραφῇ τὰ κατὰ τοὺς χρόνους παραδόντες.

τότε δὴ οὖν καὶ τὸν ἀπόστολον Ἰωάννην ἀπὸ τῆς κατὰ τὴν νῆσον φυγῆς τὴν ἐπὶ τῆς Ἐφέσου διατριβὴν ἀπειληφέναι ὁ τῶν παρ’ ἡμῖν ἀρχαίων παραδίδωσι λόγος.