Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. 1-4] Ὃτι δὲ καὶ αὐτὸ τοὔνομα τοῦ τε Ἰησοῦ καὶ δὴ καὶ τὸ τοῦ Χριστοῦ παρ’ αὐτοῖς τοῖς πάλαι θεοφιλέσι προφήταις τετίμητο ἤδη καιρὸς ἀποδεικνύναι.

σεπτὸν ὡς ἔνι μάλιστα καὶ ἔνδοξον τὸ Χριστοῦ ὄνομα πρῶτος αὐτὸς γνωρίσας Μωυσῆς, τύπους οὐρανίων καὶ σύμβολα μυστηριώδεις τε εἰκόνας ἀκολούθως χρησμῷ φήσαντι αὐτῷ “ὅρα, ποιήσεις [*](30 Exod. 25, 40.)

v.4.p.12
πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὂρει ” παραδιδοὺς, ἀρχιερέα θεοῦ , ὡς ἐνῆν μάλιστα δυνα- τὸν, ἄνθρωπον ἐπιφημίσας , τοῦτον Χριστὸν ἀναγορεύει. καὶ ταύτῃ γε τῇ κατὰ τὴν ἀρχιερωσύνην ἀξίᾳ, πᾶσαν ὑπερβαλλούσῃ παρ’ αὐτῷ τὴν ἐν ἀνθρώποις προεδρίαν , ἐπὶ τιμῇ καὶ δόξῃ τὸ τοῦ Χριστοῦ περιτίθησιν ὄνομα. οὕτως ἄρα τὸν Χριστὸν θεῖόν τι χρῆμα ἠπίστατο.

ὁ δ’ αὐτὸς καὶ τὴν τοῦ Ἰησοῦ προσηγορίαν εὖ μάλα πνεύματι θείῳ προϊδὼν πάλιν τινὸς ἐξαιρέτου προνομίας καὶ ταύτην ἀξιοῖ. οὔποτε γοῦν πρότερον ἐκφωνηθὲν εἰς ἀνθρώπους πρὶν ἢ Μωυσέα γνωσθῆναι τὸ τοῦ Ἰησοῦ πρόσρημα τούτῳ Μωυσῆς πρώτῳ καὶ μόνῳ περιτίθησιν , ὃν κατὰ τύπον αὖθις καὶ σύμβολον ἔγνω μετὰ τὴν αὐτοῦ τελευτὴν διαδεξόμενον τὴν κατὰ πάντων ἀρχήν.

οὐ πρότερον γοῦν τὸν αὐτοῦ διάδοχον τῇ τοῦ Ἰησοῦ κεχρημένον προσηγορίᾳ , ὀνόματι δὲ ἑτέρῳ τῷ Λύσῃ, ὅπερ οἱ γεννήσαντες αὐτῷ τέθειντο, καλούμενον, Ἰησοῦν αὐτὸς ἀναγορεύει, γέρας ὥσπερ τίμιον παντὸς πολὺ μεῖζον βασιλικοῦ διαδήματος τοὔνομα αὐτῷ δωρούμενος, ὅτι δὴ καὶ αὐτὸς ὁ τοῦ Ναυῆ Ἰησοῦς τοῦ σωτῆρος ἡμῶν τὴν εἰκόνα ἔφερε, τοῦ μόνου μετὰ Μωθσἐα καὶ τὸ συμπέρασμα τῆς δι’ ἐκείνου παραδοθείσης συμβολικῆς λατρείας, τῆς ἀληθοῦς καὶ καθαρωτάτης εὐσεβείας τὴν ἀρχὴν διαδεξαμένου.

καὶ Μωυσῆς μὲν ταύτῃ πη δυσὶ τοῖς κατ’ αὐτὸν ἀρετῇ καὶ δόξη παρὰ πάντα τὸν λαὸν προφέρουσιν ἀνθρώποις, τῷ μὲν ἀρχιερεῖ, τῷ δὲ μετ’ αὐτὸν ἡγησομένῳ , τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προσηγορίαν ἐπὶ τιμῇ τῇ μεγίστῃ περιτέθειται.

σαφῶς δὲ καὶ οἶ μετὰ ταῦτα προφῆται ὀνομαστὶ τὸν Χριστὸν προαναφωνοῦσιν, ὁμοῦ τὴν μέλλουσαν ἔσεσθαι κατ’ αὐτοῦ συσκευὴν τοῦ

v.4.p.13
Ἰουδαίων λαοῦ, ὁμοῦ δὲ καὶ τὴν τῶν ἐθνῶν δι’ αὐτοῦ κλῆσιν προμαρτυρόμενοι, τοτὲ μὲν ὧδέ πως Ἱερεμίας λέγων “ πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς κύριος συνλήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὗ εἲπαμεν ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἒθνεσι, ” τοτὲ δὲ ἀμηχανῶν Δαβὶδ , διὰ τούτων ‘ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἶ βασιλεῖς τῆς γῆς, καὶ οἶ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. ” οἷς ἑξῆς ἐπιλέγει ἐξ αὐτοῦ δὴ προσώπου τοῦ Χριστοῦ κύριος εἶπε πρός με, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς ”

οὐ μόνους δὲ ἄρα τοὺς ἀρχιερω- σύνῃ τετιμημένους , ἐλαίῳ σκευαστῷ τοῦ συμβόλου χριομένους ἕνεκα, τὸ τοῦ Χριστοῦ κατεκόσμει παρ’ Ἑβραίοις ὄνομα, ἀλλὰ καὶ τοὺς βασιλέας, οὓς καὶ αὐτοὺς νεύματι θείῳ προφῆται χρίοντες εἰκονικούς τινας Χριστοὺς ἀπειργάζοντο , ὅτι δὴ καὶ αὐτοὶ τῆς τοὐ μόνου καὶ ἀληθοῦς Χριστοῦ τοῦ κατὰ πάντων ὢ βασιλεύοντος θείου λόγου βασιλικῆς καὶ ἀρχικῆς ἐξουσίας τοὺς τύπους δι’ ἑαυτῶν ἔφερον.