Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

τότε μὲν οὖν, ὅτε δὴ πολὺς ἦν ἐπικεχυμένος ὀλίγου δεῖν κατὰ πάντων ὁ τῆς κακίας κόρος, οἶα μέθης δεινῆς τὰς ἁπάντων σχεδὸν ἀνθρώπων ἐπισκιαζούσης καὶ ἐπισκοτούσης ψυχὰς , ἡ πρωτόγονος καὶ πρωτόκτιστος τοῦ θεοῦ σοφία καὶ αὐτὸς ὁ προὼν λόγος φιλανθρωπίας ὑπερβολῇ τοτὲ μὲν δι’ ὀπτασίας ἀγγέλων τοῖς ὑποβεβηκόσι , τοτὲ δὲ καὶ δι’ ἑαυτοῦ οἶα θεοῦ δύναμις σωτήριος ἐνί που καὶ δευτέρῳ τῶν πάλαι θεοφιλῶν ἀνδρῶν, οὐκ ἄλλως ἢ δι’ ἀνθρώπου μορφῆς, ὅτι μηδ’ ἑτέρως ἦν δυνατὸν, αὐτοῖς ὑπεφαίνετο.

ὡς δ’ ἤδη διὰ τούτων τὰ θεοσεβείας σπέρματα εἰς πλῆθος ἀνδρῶν καταβέβλητο, ὅλον τε τὸ ἔθνος ἐπὶ τῇ θεοσεβείᾳ προσανέχον ἀνέκαθεν ἐξ Ἑβραίων ὑπέστη τοῦτο, τούτοις μὲν ὡσανεὶ πλήθεσιν ἔτι ταῖς παλαιαῖς ἀγωγαῖς ἐκδεδιῃτημένοις διὰ τοῦ προφήτου Μωυσέως εἰκόνας καὶ σύμβολα σαββάτου τινὸς μυστι- κοῦ καὶ περιτομῆς , ἑτέρων τε νοητῶν θεωρημάτων

v.4.p.10
εἰσαγωγὰς , ἀλλ’ οὐκ αὐτὰς ἐναργεῖς παρεδίδου τὰς μυσταγωγίας.

ὡς δὲ τῆς παρὰ τούτοις νομοθεσίας βοωμένης, καὶ πνοῆς δίκην εὐώδους εἰς ἅπαντας ἀνθρώπους διαδιδομένης , ἤδη τότε ἐξ αὐτῶν καὶ τοῖς πλείοσι τῶν ἐθνῶν διὰ τῶν πανταχόσε νομοθετῶν τε καὶ φιλοσόφων ἡμέρωτο τὰ φρονήματα, τῆς ἀγρίας καὶ ἀπηνοῦς θηριωδίας ἐπὶ τὸ πρᾶον μεταβεβλημένης, ὡς καὶ εἰρήνην βαθεῖαν φιλίας τε καὶ ἐπιμιξίας πρὸς ἀλλήλους ἔχειν, τηνικαῦτα πᾶσι δὴ λοιπὸν ἀνθρώποις καὶ τοῖς ἀνὰ τὴν οἰκουμένην ἔθνεσιν, ὡσὰν προωφελημένοις καὶ ἤδη τυγχάνουσιν ἐπιτηδείοις πρὸς παραδοχὴν τῆς τοῦ πατρὸς γνώσεως, ὁ αὐτὸς δὴ πάλιν ἐκεῖνος ὁ τῶν ἀρρήτων διδάσκαλος , ὁ ἐν πᾶσιν ἀγαθοῖς τοῦ πατρὸς ὑπουργὸς , ὁ θεῖος καὶ οὐράνιος τοῦ θεοῦ λόγος , δι’ ἀνθρώπου κατὰ μηδὲν σώματος οὐσίᾳ τὴν ἡμετέραν φύσιν διαλλάττοντος, ἀρχομένης τῆς Ῥωμαίων βασιλείας ἐπιφανεὶς, τοιαῦτα ἔδρασέ τε καὶ ἔπαθεν, οἷα ταῖς προφητείαις ἀκόλουθα ἦν , ἄνθρωπον ὁμοῦ καὶ θεὸν ἐπιδημήσειν τῷ βίῳ παρασόξων ἔργων ποιητὴν, καὶ τοῖς πᾶσιν ἔθνεσι διδάσκαλον τῆς τοῦ πατρὸς εὐσεβείας ἀναδειχθήσεσθαι, τό τε παράδοξον αὐτοῦ τῆς γενέσεως καὶ τὴν καινὴν διδασκαλίαν καὶ τῶν ἔργων τὰ θαυμάσια, ἐπί τε τούτοις τοῦ θανάτου τὸν τρόπον, τήν τε ἐκ νεκρῶν ἀνάστασιν, καὶ τὴν ἐπὶ πᾶσιν εἰς οὐρανοὺς ἔνθεον ἀποκατάστασιν αὐτοῦ προκηρυττούσαις.

τὴν γοῦν ἐπὶ τέλει βασιλείαν αὐτοῦ Δανιὴλ ὁ προφήτης συνορῶν θείῳ πνεύματι ὧδέ πως ἐθεοφορεῖτο , άνθρωπινώτερον τὴν θεοπτίαν ὑπογράφων. “ γάρ’ φησὶν “ ἴως οὗ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς [*](29 Dan. 7, 9.)

v.4.p.11
ἡμερῶν ἐκάθητο. καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρὸν ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς , οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ. χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ. κριτήριον ἐκάθισε καὶ βίβλοι ἠνεῲχθησαν.”

καὶ ἐξῆς “ ἐθεώωωρουν” φησὶ “ καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡσεὶ υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἴως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη · καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι αὐτῷ δουλεύουσιν. ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος) ἥτις οὐ παρελεύσεται. καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται. ”

ταῦτα δὲ σαφῶς οὐκ ἐφ’ ἕτερον, ἀλλ’ ἐπὶ τὸν ἡμέτερον σωτῆρα, τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν θεὸν λόγον ἀναφέροιτο ἂν, υἱὸν ἀνθρώπου διὰ τὴν ὑστάτην ἐνανθρώπησιν αὐτοῦ χρηματίζοντα.

ἀλλὰ γὰρ ἐν οἰκείοις ὑπομνήμασι τὰς περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προφητικὰς ἐκλογὰς συναγαγόντες, ἀποδεικτικώτερόν τε τὰ περὶ αὐτοῦ δηλούμενα ἐν ἑτέροις συστήσαντες, τοῖς εἰρημένοις ἐπὶ τοῦ παρόντος ἀρκεσθησόμεθα.