Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Τοῦ δὲ Ἰουδαίων ἔθνους καὶ Χοιρίλος ἀρχαῖος [*](30 Τοῦ δὲἸουδαίων — ] loseph. c. Apion, I, 22. p. 454.)

v.1.p.478
γενόμενος ποιητὴς μέμνηται, καὶ ὡς συνεστράτευσαν τῷ βασιλεῖ Ξέρξῃ ἐπὶ τὴν Ἑλλάδα. λέγει δὲ οὕτως
  • τῶν δ᾿ ὄπιθεν διέβαινε γένος θαυμαστὸν ἰδέσθαι,
  • γλῶσσαν μὲν Φοίνισσαν ἀπὸ στομάτων ἀφιέντες,
  • ῳκουν δ᾿ ἐν Σολύμοις ὄρεσι, πλατέῃ παρὰ λίμνῃ,
  • αὐχμαλέοι κεφαλὰς, τροχοκουράδες· αὐτὰρ ὕπερθεν
  • ἵππων δαρτὰ πρόσωπ᾿ ἐφόρουν ἐσκληκότα καπνῷ.
  • δῆλον δ᾿ ἐστὶν ὅτι περὶ Ἰουδαίων αὐτῷ ταῦτ᾿ εἴρητο ἐκ τοῦ καὶ τὰ Ἱεροσόλυμα ἐν τοῖς παρ᾿ Ἕλλησι Σολύμοις ὀνομαζομένοις ὄρεσι κεῖσθαι, πλησίον δὲ εἶναι τὴν Ἀσφαλτῖτιν λίμνην, πλατυτάτην οὖσαν κατὰ τὸν ποιητὴν καὶ μείζονα πασῶν τῶν ἐν τῇ Συρίᾳ λιμνῶν.”

    Ταῦτα μὲν οὖν καὶ οὗτος.