Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ὁ δὲ Πορφύριος ἐν τῷ πρώτῳ τῆς Ἐκ λογίων φιλοσοφίας αὐτὸν εἰσάγει τὸν ἑαυτοῦ θεὸν τῷ Ἑβραίων γένει μετὰ τῶν ἄλλων τῶν ἐπὶ συνέσει βοωμένων ἐθνῶν σοφίαν ἐπιμαρτυροῦντα.

λέγει δὲ ὁ παρ᾿ αὐτῷ Ἀπόλλων δι᾿ οὗ ἐκτίθεται χρησμοῦ τάδε. ἐκκειμένων δὲ ἔτι περὶ τῶν θυσιῶν ἐπάγει, οἷς προσέχειν δεῖ, ἅτε μεστοῖς οὖσι πάσης θεοσοφίας

  • αἰπεινὴ μὲν ὁδὸς μακάρων, τρηχεῖά τε πολλὸν,
  • χαλκοδέτοις τὰ πρῶτα διοιγομένη πυλεῶσιν·
  • ἀτραπιτοὶ δὲ ἔασιν ἀθέσφατοι ἐγγεγαυῖαι,
  • ἃς πρῶτοι μερόπων ἐπ᾿ ἀπείρονα πρῆξιν ἔφηναν
  • οἱ τὸ καλὸν πίνοντες ὕδωρ Νειλώτιδος αἴης·
  • πολλὰς καὶ Φοίνικες ὁδοὺς μακάρων ἐδάησαν,
  • Ἀσσύριοι Λυδοί τε καὶ Ἑβραίων γένος ἀνδρῶν,
  • καὶ τὰ τούτοις ἀκόλουθα. οἷς ὁ συγγραφεὺς ἐπιλέγει