Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ταῦτα μὲν οὖν ἡμῖν αὐτάρκως περὶ τῶνδε. προσκείσθω δὲ ἐπὶ πᾶσι καὶ τὰ ἀπὸ τῆς Ἰουδαίων Ἀρχαιότητος Ἰωσήπου, ἔνθα μυρίων συγγραφέων αὐτολεξεὶ παραθεὶς φωνὰς ταῦτα ἐπιλέγει

“ Ἀρκοῦσι δ’ ὅμως εἰς τὴν ἀπόδειξιν τῆς ἀρχαιότητος αἵ τε Σύρων καὶ Χαλδαίων καὶ Φοινίκων ἀναγραφαὶ, πρὸς ἐκείναις τε τοσοῦτοι τῶν Ἑλλήνων συγγραφεῖς, ἔτι δὲ πρὺς τοῖς εἰρημένοις Θεόφιλος καὶ Θεόδοτος καὶ Μνασέας καὶ Ἀριστοφάνης καὶ Ἑρμογένης, Εὐήμερύς τε καὶ Κόμων καὶ Ζωπυρίων καὶ πολλοί τινες ἄλλοι τάχα, (οὐ γὰρ ἔγωγε πᾶσιν ἐντετύχηκα τοῖς βιβλίοις,) οὐ παρέργως ἡμῶν μεμνημονεύκασιν.

οἱ πολλοὶ δὲ τῶν εἰρημένων ἀνδρῶν τῆς μὲν ἀληθείας τῶν ἐξ ἀρχῆς πραγμάτων διήμαρτον, ὅτι μὴ ταῖς ἱεραῖς ἡμῶν βίβλοις ἐνέτυχον· κοινῶς μέντοι περὶ τῆς ἀρχαιότητος ἅπαντες μεμαρτυρήκασιν, ὑπὲρ οὗ τανῦν λέγειν προεθέμην. ὁ μέντοι Φαληρεὺς Δημήτριος καὶ Φίλων ὁ πρεσβύτερος καὶ Εὐπόλεμος οὐ πολὺ τῆς ἀληθείας διήμαρτον. οἷς συγγινώσκειν ἄξιον· οὐ γὰρ ἐνῆν αὐτοῖς μετὰ πάσης ἀκριβείας τοῖς ἡμετέροις γράμμασι παρακολουθεῖν.”

Ταῦτα καὶ ὁ Ἰώσηπος. ὅτῳ δὲ φίλον τοῖς [*](Ἀρκοῦσι —] Iosephus c. Apion I, 23. p. 458.)

v.1.p.529
περὶ τῆς Ἰουδαίων ἀρχαιότητος λόγοις ἐντυχεῖν τοῦ ἀνδρὸς πλείστας ἂν εὕροι συμφώνους ταῖς ἐκτεθείσαις μαρτυρίας. καὶ πολὺς δὲ ἄλλος μαρτύρων ἡμῖν ὄχλος παλαιῶν τε καὶ νέων συγγραφέων ἐπιρρεῖ, τὴν ὁμοίαν τοῖς τεθεῖσι ψῆφον ἐπισφραγιζομένων, ὧν τὰς φωνὰς, λόγου προνοούμενοι συμμετρίας, τοῖς φιλομαθέσι ζητεῖν τε καὶ διερευνᾶν ἀπολείψαντες ἐπὶ τὴν λείπουσαν αὐτοὶ μεταβησόμεθα ἐπαγγελίαν.