Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τίσι ποτὲ λόγοις τὴν καθ’ Ἑβραίουσ φιλοσοφίαν τῆς Ἑλληνικῆς προτετιμήκαμεν , ὁποίοις τε λογισμοῖς τὰς παρὸ τοῖς ἀνδράσιν ἱερὰς βίβλους ἀπεδεξάμεθα προδιειληφότες, κἄπειτα καὶ αὐτοὺς τοὺς Ἕλληνας μὴ ἀγνοῆσαι τοὺς ἄνδρας, μνημονεῦσαι δὲ ὀνομαστὶ, καὶ τὸν βίον καταπλαγῆναι, τῆς τε βασιλικῆς μητροπόλεως καὶ τῆς λοιπῆς αὐτῶν ἱστορίας πολὺν πεποιῆσθαι λόγον παραστήσαντες, φέρε ἐπιθεωρήσωμεν, , ὡς οὐ μόνον τῶνδε γραφὴς ἠξίωσαν τὴν μνήμην, ἀλλὰ καὶ τῆς ὁμοίας αὐτοῖς διδασκαλίας τε καὶ μαθήσεως ἔν τισι τόν εἰς βελτίωσιν ψυχῆς συντεινόντων δογμάτων ζηλωταὶ κατέστησαν.

ὡς μὲν οὖν τὰ λοιπὰ τῶν μαθημάτων ἄλλοθεν ἄλλος τῶν θαυμαστῶν Ἑλλήνων τοὺς βαρβάρους ἐκπεριιὼν συνελέξατο, γεωμετρίαν, ἀριθμητικὴν, μουσικὴν, ἀστρονομίαν, ἰατρικὴν, αὐτά τε τὰ πρῶτα τῆς γραμματικῆς στοιχεῖα, μυρίας τε ἄλλας τεχνικὰς καὶ βιωφελεῖς ἐπιτηδεύσεις, αὐτίκα μάλα παραστήσω.

ὥσπερ οὖν τὴν περὶ πλειόνων θεῶν δόξαν , τά τε μυστήρια καὶ τὰς τελετὰς καὶ προσέτι τὰς ἱστορίας καὶ τὰς μυ-

v.1.p.530
θικὰς περὶ θεῶν διηγήσεις, τῶν τε μύθων τὰς ἀλληγορουμένας φυσιολογίας , καὶ τὴν λοιπὴν δεισιδαίμονα πλάνην, παρὰ βαρβάρων εἰλῆφθαι αὐτοῖς φθάσας ὁ λόγος ἀπέδειξεν, ὁπηνίκα τὰ πάντα τοὺς Ἓλληνας , γῆν πολλὴν πλανηθέντας , οὐκ ἀταλαιπώρως μὲν, ἐξ ἐράνου δὲ τῶν παρὰ βαρβάροις μαθημάτων, τὴν οἰκείαν ὑποστήσασθαι θεολογίαν ἐφωράσαμεν·

ὡς δὲ τὰ περὶ εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ , τά τε περὶ τῶν μάλιστα ζητουμένων εἰς ψυχῆς ὠφέλειαν δογμάτων , ἃ δὴ καὶ συνεκτικώτατα γένοιτ’ ἂν τῶν ἐν φιλοσοφίᾳ λόγων , οὐκ ἄλλοθεν εἶεν ἂν ἢ παρὰ μόνων Ἑβραίων πεπορισμένοι, οὐκ εἰς μακρὰν ἀποδειχθήσεται.