Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἡ γὰρ ἰσχὺς τῶν ὅλων σωμάτων μετὰ ἐνεργείας ἀπέρεισιν ἐπὶ τοὺς ὤμους ἔχει καὶ τὰ σκέλη. μετὰ διαστολῆς οὖν ἅπαντα ἐπιτελεῖν πρὸς δικαιοσύνην ἀναγκάζει τῷ

v.1.p.434
σημειοῦσθαι διὰ τούτων, ἔτι δὲ καὶ διότι παρὰ πάντας ἀνθρώπους διεστάλμεθα.

οἱ γὰρ πλείονες τῶν λοιπῶν ἑαυτοὺς μολύνουσιν ἐπιμισγόμενοι, συντελοῦντες μεγάλην ἀδικίαν, καὶ χῶραι καὶ πόλεις ὅλαι ἐπὶ τούτοις σεμνύνονται. οὐ μόνον γὰρ πρὸς ἄρρενας προσάγουσιν, ἀλλὰ καὶ τεκούσας, ἔτι δὲ καὶ θυγατέρας μολύνουσιν. ἡμεῖς δὲ ἀπὸ τούτων διεστάλμεθα.

περὶ ὃν δέ ἐστιν ὁ προειρημένος τῆς διαστολῆς τρόπος, περὶ τοῦτον καὶ τὸν τῆς μνήμης εἶναι κεχαρακτήρικε. πάντα γὰρ ὅσα διχηλεῖ καὶ μηρυκισμὸν ἀνάγει, σαφῶς τοῖς νοοῦσιν ἐκτίθεται τὸ τῆς μνήμης. ἡ γὰρ ἀναμηρύκισις οὐδὲν ἕτερον ἀλλ’ ἢ τῆς ζωῆς καὶ συστάσεως ὑπόμνησίς ἐστι.

τὸ γὰρ ζῆν διὰ τῆς τροφῆς συνεστάναι νομίζει. διὸ παρακελεύεται διὰ τῆς γραφῆς λέγων οὕτως μνείᾳ μνησθήσῃ κυρίου τοῦ θεοῦ ‚ τοῦ ποιήσαντος ἐν σοὶ τὰ μεγάλα καὶ θαυμαστά.”

κατανοούμενα γὰρ ἔνδοξα φαίνεται, πρῶτα μὲν ἡ τοῦ σώματος σύμπηξις καὶ ἡ τῆς τροφῆς διοίκησις καὶ ἡ περὶ ἕκαστον μέρος διαστολὴ, πολλῷ δὲ μᾶλλον ἡ τῶν αἰσθήσεων διακόσμησις, διανοίας ἐνέργημα, καὶ κίνησις ἀόρατος, ἥ τε ὀξύτης τοῦ πρὸς ἕκαστόν τι πράσσειν, καὶ τεχνῶν εὕρεσις, ἀπέρατον περιέχει τρόπον.

διὸ παρακελεύεται μνείαν ἔχειν, ὡς συντηρεῖται τὰ προειρημένα συνεχόμενα θείᾳ δυνάμει. πάντα γὰρ τόπον καὶ χρόνον ὥρικε, πρὸς τὸ διὰ παντὸς μνημονεύειν τοῦ κρατοῦντος θεοῦ ‚ συντηροῦντας καὶ τὰς ἀρχὰς καὶ μεσότητας καὶ τελευτάς.

καὶ γὰρ ἐπὶ τῶν βρωτῶν καὶ ποτῶν ἀπαρξαμένους εὐθέως τότε συγχρῆσθαι κελεύει. καὶ μὴν καὶ ἐκ τῶν περιβολαίων παράσημον ἡμῖν μνείας δέδωκεν· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν πόλεων καὶ οἰκήσεων διὰ τὸ σκεπάζεσθαι]

v.1.p.435
καὶ ἐπὶ τῶν πυλῶν καὶ θυρῶν προστέταχεν ἡμῖν τιθέναι τὰ λόγια, πρὸς τὸ μνείαν εἶναι θεοῦ· καὶ ἐπὶ τῶν χειρῶν δὲ διαρρήδην τὸ σημεῖον κελεύει περιῆφθαι, σαφῶς ἀποδεικνὺς ὅτι πᾶσαν ἐνέργειαν μετὰ δικαιοσύνης ἐπιτελεῖν δεῖ, μνήμην ἔχοντας τῆς ἑαυτῶν κατασκευῆς, ἐπὶ πᾶσι δὲ τὸν περὶ θεοῦ φόβον.

κελεύει δὲ καὶ κοιταζομένους καὶ διανισταμένους καὶ πορευομένους μελετᾶν τὰς τοῦ θεοῦ κατασκευὰς, οὐ λόγῳ μόνον, ἀλλὰ καὶ διαλήψει θεωροῦντας τὴν κίνησιν καὶ τὴν ὑπόληψιν ἑαυτῶν, ὅταν εἰς ὕπνον ἔρχωνται, καὶ τὴν ἔγερσιν ὡς θεία τίς ἐστι καὶ ἀκατάληπτος ἡ τούτων μετάθεσις.

Δέδεικται δέ σοι καὶ τὸ περισσὸν τῆς λογίας τῆς κατὰ τὴν διαστολὴν καὶ μνείαν, ὡς ἐξεθέμεθα τὴν διχηλίαν καὶ τὸν μηρυκισμόν. οὐ γὰρ εἰκῆ καὶ κατὰ τὸ ἐμπεσὸν εἰς ψυχὴν νενομοθέτηται ‚ πρὸς δ’ ἀλήθειαν καὶ σημείωσιν ὀρθοῦ λόγου.

διατάξας γὰρ ἐπὶ βρωτῶν καὶ ποτῶν καὶ τῶν κατὰ τὰς ἁφὰς ἕκαστα κελεύει μηδὲν εἰκῆ μήτε πράσσειν μήτε ἀκούειν μήτε τῇ τοῦ λόγου δυναστείᾳ συγχρωμένος ἐπὶ τὴν ἀδικίαν τρέπεσθαι.

καὶ ἐπὶ τῶν κνωδάλων δὲ ταὐτὸν ἔστιν εὑρεῖν. κακοποιητικὸς γὰρ ὁ τρόπος ἐστὶ καὶ γαλῆς καὶ μυῶν καὶ τῶν τούτοις ὁμοίων, ὅσα διηγόρευται. πάντα γὰρ λυμαίνονται καὶ κακοποιοῦσι μύες ‚ οὐ μόνον πρὸς τὴν ἑαυτῶν τροφὴν, ἀλλὰ καὶ εἰς τὸ παντελῶς ἄχρηστον γίνεσθαι ἀνθρώπῳ ὅ τι ἂν δή ποτ’ οὖν ἐπιβάλληται κακοποιεῖν.

τό τε τῆς γαλῆς γένος ἰδιάζον ἐστί· χωρὶς γὰρ τοῦ προειρημένου ἔχει λυμαντικὸν κατάστημα. διὰ γὰρ τῶν ὤτων συλλαμβάνει, τεκνοποιεῖ δὲ τῷ στόματι. καὶ διὰ τοῦτ’ οὖν ὁ τοιοῦτος τρόπος τοῖς ἀνθρώποις ἀκάθαρτός ἐστιν. ὅσα γὰρ δι’ ἀκοῆς

v.1.p.436
λαβόντες, ταῦτα τῷ λόγῳ σωματοποιήσαντες κακοῖς ἑτέρους ἐνεκύλισαν, ἀκαθαρσίαν τε οὐ τὴν τυχοῦσαν ἀπετέλεσαν, μιανθέντες αὐτοὶ παντάπασι τῷ τῆς ἀσεβείας μολυσμῷ.

καλῶς δὲ ποιῶν ὁ βασιλεὺς ὑμῶν τοὺς τοιούτους ἀναιρεῖ, καθὼς μεταλαμβάνομεν. ἐγὼ δὲ εἶπα, τοὺς ἐμφανιστὰς οἴομαί σε λέγειν· καὶ γὰρ αἰκίαις καὶ θανάτοις ἐπαλγέσιν αὐτοὺς παρα- βάλλει συνεχῶς. τούτους γὰρ καὶ λέγω· ἐπαγρύ- πνησις γὰρ εἰς ἀνθρώπων ἀπώλειαν ἀνόσιος. ὁ δὲ νόμος ἡμῶν κελεύει μήτε λόγῳ μήτε ἔργῳ κακοποιεῖν μηδένα.

καὶ περὶ τούτων οὖν ὅσον ἐπὶ βραχὺ διεξελθεῖν, προσυποδείξαντά σοι διότι πάντα κεκα- νόνισται πρὸς δικαιοσύνην καὶ οὐδὲν εἰκῆ κατατέτακται διὰ τῆς γραφῆς οὐδὲ μυθωδῶς, ἀλλ’ ἔνα δι’ ὅλου τοῦ ζῆν καὶ ἐν ταῖς πράξεσιν ἀσκῶμεν δικαιοσύνην πρὸς πάντας ἀνθρώπους ‚ μεμνημένοι τοῦ δυ- ναστεύοντος θεοῦ.

περὶ βρωτῶν οὖν καὶ τῶν ἀκαθάρτων, ἑρπετῶν καὶ κνωδάλων, ὁ πᾶς λόγος ἀνατείνει πρὸς δικαιοσύνην καὶ τὴν τῶν ἀνθρώπων συναναστροφὴν δικαίαν.

ἐμοὶ μὲν οὑν καλῶς ἐνόμιζε περὶ ἑκάστων ἀπολελογῆσθαι· καὶ γὰρ περὶ τῶν προσφερομένων ἔλεγε μόσχων καὶ κριῶν καὶ χιμάρων ὅτι δεῖ ταῦτ’ ἐκ βουκολίων καὶ ποιμνίων λαμβάνοντας ἥμερα κατασκευάζειν καὶ μηδὲν ἄγριον, ὅπως οἶ προσφέροντες τὰς θυσίας μηδὲν ὑπερήφανον ἑαυτοῖς συνιστορῶσι, σημειώσει κεχρημένοι τοῦ διατάξαντος.

τῆς γὰρ ἑαυτοῦ ψυχῆς τοῦ παντὸς τρόπου τὴν προσφορὰν ποιεῖται ὁ τὴν θυσίαν προσάγων. καὶ περὶ τούτων οὖν νομίζω τὰ τῆς ὁμιλίας ἄξια λόγου καθεστάναι ‚ διὰ τὴν σεμνότητα τοῦ νόμου ‚ ἣν προὴμαι διασαφῆσαί σοι, Φιλόκρατες ‚ δι’ ἣν ἔχεις φιλομάθειαν.”

v.1.p.437

Ταῦτα μὲν ὁ ἀρχιερεὺς τοῖς ἥκουσιν ὡς αὐτὸν Ἕλλησι περὶ τῆς ἀλληγορουμένης ἐν τοῖς ἱεροῖς νόμοις ἰδέας διεστείλατο, ὡς ἂν μέλλουσι ταῖς ἐκδο- θησομέναις περιτεύξεσθαι τῶν γραφῶν ἑρμηνείαις. ὁ δὲ Ἀριστόβουλος καὶ τῆς κατ᾿ Ἀριστοτέλην φιλοσοφίας πρὸς τῇ πατρίῳ μετειληχὼς, (ὁποῖα περὶ τῶν ἐν ταῖς ἱεραῖς βίβλοις φερομένων ὡς περὶ θεοῦ μελῶν διῆλθεν ἐπακοῦσαι καιρός· οὗτος δ᾿ αὐτὸς ἐκεῖνος, οὗ καὶ ἡ δευτέρα τῶν Μακκαβαίων ἐν ἀρχῇ τῆς βίβλου μνημονεύει·) ἐν τῷ πρὸς Πτολεμαῖον τὸν βασιλέα συγγράμματι τοῦτον καὶ αὐτὸς διασαφεῖ τὸν τρόπον