Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Πλὴν ἱκανῶς εἰρημένων πρὸς τὰ προκείμενα ζητήματα ἐπεφώνησας καὶ σὺ, βασιλεῦ, διότι σημαίνεται διὰ τοῦ νόμου τοῦ παρ᾿ ἡμῖν καὶ χεῖρες καὶ βραχίων καὶ πρόσωπον καὶ πόδες καὶ περίπατος ἐπὶ τῆς θείας δυνάμεως· ἃ τεύξεται λόγου κα- θήκοντος καὶ οὐκ ἀντιδοξήσει τοῖς προειρημένοις ὑφ᾿ ἡμῶν οὐδέν.

παρακαλέσαι δέ σε βούλομαι πρὸς τὸ φυσικῶς λαμβάνειν τὰς ἐκδοχὰς καὶ τὴν ἁρμόζουσαν ἔννοιαν περὶ θεοῦ κρατεῖν, καὶ μὴ ἐκπίπτειν εἰς τὸ μυθῶδες καὶ ἀνθρώπινον κατάστημα.

πολλαχῶς γὰρ ὃ βούλεται λέγειν ὁ νομοθέτης ἡμῶν Μωσῆς, ἐφ᾿ ἑτέρων πραγμάτων λόγους ποιούμενος, λέγω δὲ τῶν κατὰ τὴν ἐπιφάνειαν, φυσικὰς διαθέσεις ἀπαγγέλλει καὶ μεγάλων πραγμάτων κατασκευάς.

οἷς μὲν οὖν πάρεστι τὸ καλῶς νοεῖν θαυμάζουσι τὴν περὶ αὐτὸν σοφίαν καὶ τὸ θεῖον πνεῦμα, καθ᾿ ὃ καὶ προφήτης ἀνακεκήρυκται· ὧν εἰσιν οἱ προειρημένοι φιλόσοφοι καὶ πλείονες ἕτεροι καὶ ποιηταὶ παρ᾿ αὐτοῦ μεγάλας ἀφορμὰς εἰληφότες, καθὸ καὶ θαυμάζονται.

τοῖς δὲ μὴ μετέχουσι δυ-

v.1.p.438
νάμεως καὶ συνέσεως, ἀλλὰ τῷ γραπτῷ μόνον προσ- κειμένοις, οὐ φαίνεται μεγαλεῖόν τι διασαφῶν.

ἄρξομαι δὲ λαμβάνειν καθ’ ἕκαστον σημαινόμενον καθ’ ὅσον ἂν ὠ δυνατός. εἰ δὲ μὴ τεύξομαι τἀληθοῦς, μηδὲ πείσω, μὴ τῷ νομοθέτῃ προσάψῃς τὴν ἀλογίαν ‚ ἀλλ’ ἐμοὶ τῷ μὴ δυναμένῳ διαιρεῖσθαι τὰ ἐκείνῳ νενοημένα.

χεῖρες μὲν οὑν νοοῦνται προδήλως καὶ ἐφ’ ἡμῶν κοινότερον. ὅταν γὰρ δυνάμενις ἐξαποστέλλῃς σὺ βασιλεὺς ὢν, βουλόμενός τι κατεργάσασθαι, λέγομεν, μεγάλην χεῖρα ἔχει ὁ βασιλεὺς, φερομένων τῶν ἀκουόντων ἐπὶ τὴν δύναμιν ἣν ἔχεις.

ἐπισημαίνεται δὲ τοῦτο καὶ διὰ τῆς νομοθεσίας ἡμῶν λέγων ὁ Μώσης οὕτως “ἐν χειρὶ κραταιᾷ ἐξήγαγεν ὁ θεός σε ἐξ Αἰγύπτου.’’ καἰ πάλιν ‘‘ἀποστελῶ, φησὶν ὁ θεὸς, τὴν χεῖρά μου, καὶ πατάξω τοὺς Αἰγυπτίους.’’ καὶ ἐπὶ τοῦ τῶν κτηνῶν θανάτου φησὶ τῷ Φαραῷ ὁ Μώσης “ ἰδοὺ χεὶρ κυρίου ἔσται ἐν τοῖς κτήνεσί σου καὶ ἐν πᾶσι τοῖς ἐν τοῖς πεδίοις θάνατος μέγας.’’ ὥστε αἶ χεῖρες ἐπὶ δυνάμεως νοοῦνται θεοῦ. καὶ γὰρ ἔστι νοῆσαι τὴν πᾶσαν ἰσχὺν τῶν ἀνθρώπων καὶ τὰς ἐνεργείας ἐν ταῖς χερσὶν εἶναι.

διόπερ καλῶς ὁ νομοθέτης ἐπὶ τὸ μεγαλεῖον μετενήνοχε, λέγων τὰς συντελείας χεῖρας εἶναι θεοῦ. στάσις δὲ θεία καλῶς ἂν λέγοιτο κατὰ τὸ μεγαλεῖον ἡ τοῦ κόσμου κατασκευή.

καὶ γὰρ ἐπὶ πάντων ὁ θεὸς, καὶ πάνθ’ ὑποτέτακται, καὶ στάσιν εἴληφεν· ὥστε τοὺς ἀνθρώπους καταλαμβάνειν ἀκίνητα εἶναι ταῦτα. λέγω δὲ τὸ τοιοῦτον, ὡς οὐδέποτε γέγονεν οὐρανὸς γῆ, γῆ δ’ οὐρανὸς, οὐδ’ ἥλιος σελήνη λάμπουσα, οὐδὲ σελήνη πάλιν ἥλιος, οὐδὲ ποταμοὶ θάλασσα, οὐδὲ θάλασσα ποταμοί.

καὶ πάλιν ἐπὶ τῶν ζῴων ὁ αὐτός ἐστι λόγος. οὐ γὰρ

v.1.p.439
ἄνθρωπος ἔσται θηρίον ‚ οὐδὲ θηρίον ἄνθρωπος. καὶ ἐπὶ τῶν λοιπῶν δὲ ταὐτὸν ὑπάρχει φυτῶν τε καὶ ἐπὶ τῶν ἄλλων· ἀμετάβλητα μέν ἐστι, τὰς αὐτὰς δ’ ἐν αὐτοῖς τροπὰς λαμβάνει καὶ φθοράς.

ἡ στάσις οὖν ἡ θεία κατὰ ταῦτα ἂν λέγοιτο ‚ πάντων ὑποκειμένων τῷ θεῷ. λέγεται δὲ κατάβασις ἐπὶ τὸ ὅρος θεία γεγονέναι διὰ τῆς γραφῆς τοῦ νόμου, καθ’ ὃν ἐνομοθέτει καιρὸν, ἔνα πάντες θεωρήσωσι τὴν ἐνέργειαν τοῦ θεοῦ. κατάβασις γὰρ αὕτη σαφής ἐστι· καὶ περὶ τούτων οὖν οὕτως ἄν τις ἐξηγήσαιτο ‚ βουλόμενος συντηρεῖν τὸν περὶ θεοῦ λόγον.

δηλοῦται γὰρ ὡς τὸ ὄρος ἐκαίετο πυρὶ, καθώς φησιν ἡ νομοθεσία, διὰ τὸ τὸν θεὸν καταβεβηκέναι σαλπίγγων τε φωνὰς καὶ τὸ πῦρ φλεγόμενον ἀνυποστάτως εἶναι.

τοῦ γὰρ παντὸς πλήθους μυριάδων οὐκ ἔλαττον ἑκατὸν, χωρὶς τῶν ἀφηλίκων ‚ ἐκκλησιαξομένων κυκλόθεν τοῦ ὄρους, οὐκ ἔλασσον ἡμερῶν πέντε οὔσης τῆς περιόδου περὶ αὐτὸ, κατὰ πάντα τόπον τῆς ὁράσεως πᾶσιν αὐτοῖς κυκλόθεν ‚ ὡς ἦσαν παρεμβεβληκότες ‚ τὸ πῦρ φλεγόμενον ἐθεωρεῖτο·

ὥστε τὴν κατάβασιν μὴ τοπικὴν εἶναι· πανταχοῦ γὰρ ὁ θεός ἐστιν. ἀλλὰ τὴν τοῦ πυρὸς δύναμιν παρὰ πάντα θαυμάσιον ὑπάρχουσαν ‚ διὰ τὸ πάντα ἀναλίσκειν, οὐκ ἂν ἔδειξε φλεγομένην ἀνυποστάτως, μηδὲν ἐξαναλίσκουσαν ‚ εἰ μὴ τὸ παρὰ τοῦ θεοῦ δυναμικὸν αὐτῇ προσείη.

τῶν γὰρ φυομένων ἐν τῷ ὄρει ἐκείνῳ ἀναλισκομένων σφοδρῶς οὐδὲν ἐξανάλωσεν, ἀλλ’ ἔμεινε τῶν ἁπάντων ἡ χλόη πυρὸς ἄθικτος, σαλπίγγων τε φωναὶ σφοδρότερον συνηκούοντο σὺν τῇ τοῦ πυρὸς ἀστραπηδὸν ἐκφάνσει, μὴ προκειμένων ὀργάνων τοιούτων, μηδὲ τοῦ φωνήσαντος, ἀλλὰ θείᾳ κατασκευῇ γινομένων πάντων.

v.1.p.440

ὥστε σαφὲς εἶναι διὰ ταῦτα τὴν κατάβασιν τὴν θείαν γεγονέναι, διὰ τὸ τοὺς συνορῶντας ἐκφαντικῶς ἕκαστα καταλαμβάνειν, μήτε τὸ πῦρ κεκαυκὸς, ὡς προείρηται, μηδὲν μήτε τἀς τῶν σαλπίγγων φωνὰς δι’ ἀνθρωπίνης ἐνεργείας ἢ κατασκευῆς ὀργάνων γίνεσθαι, τὸν δὲ θεὸν ἄνευ τινὸς δεικνύναι τὴν ἑαυτοῦ διὰ πάντων μεγαλειότητα.’

Ταῦτα ὁ Ἀριστόβουλος. ἐπεὶ δὲ διεληλήθαμεν τά τε τῶν ἱερῶν νόμων παραγγέλματα τόν τε τρόπον τῆς ἀλληγορουμένης παρ’ αὐτοῖς ἰδέας, ἑξῆς ἂν εἴη καὶ τόδε ἐπισημήνασθαι, ὡς τὸ πᾶν Ἰουδαίων ἔθνος εἰς δύο τμήματα διῄρηται, καὶ τὴν μὲν πληθὺν ταῖς τῶν νόμων κατὰ τὴν ῥητὴν διάνοιαν παρηγγελμέναις ὑποθήκαις ὑπῆγε ‚ τὸ δ’ ἕτερον τῶν ἐν ἕξει τάγμα ταύτης μὲν ἠφίει, θειοτέρᾳ δέ τινι καὶ τοὺς πολλοὺς ἐπαναβεβηκυίᾳ φιλοσοφίᾳ προσέχειν ἠξίου, θεωρίᾳ τε τῶν ἐν τοῖς νόμοις κατὰ διάνοιαν σημαινομένων.