Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

’ Ἐλεάζαρος ἀρχιερεὺς βασιλεῖ Πτολεμαίῳ‚ φίλῳ γνησίῳ, χαίρειν. Εἰ αὐτός τε ἔρρωσαι καὶ ἡ βασίλισσα Ἀρσινόη ‚ ἡ ἀδελφὴ ‚ καὶ τὰ τέκνα, καλῶς ἂν ἔχοι καὶ ὡς βουλόμεθα ‚ καὶ αὐτοὶ δὲ ὑγιαίνομεν. λαβόντες τὴν παρὰ σοῦ ἐπιστολὴν, μεγάλως ἐχάρημεν διὰ τὴν προαίρεσίν σου καὶ τὴν καλὴν βουλὴν ‚ καὶ συναγαγόντες τὸ πᾶν πλῆθος παρανέγνωμεν αὐτὴν αὐτοῖς, ἔν εἰδῶσιν ἣν ἔχεις πρὸς τὸν θεὸν ἡμῶν εὐσέβειαν

ἐπεδείξαμεν δὲ καὶ τὰς φιάλας, ἃς ἀπέστειλας, χρυσᾶς εἴκοσι καὶ ἀργυρᾶς τριάκοντα ‚ κρατῆρας πέντε, καὶ τράπεζαν εἰς ἀνάθεσιν, καὶ εἰς προσαγωγὴν θυσιῶν, καὶ εἰς έπισκευὰς ὧν ἂν προσδέηται τὸ ἱερὸν, ἀργυρίου τάλαντα ἑκατὸν, ἅπερ ἐκόμισεν Ἀνδρέας τῶν τετιμημένων μένων παρὰ σοὶ καὶ Ἀρισταῖος, ἄνδρες καλοὶ καὶ ἀγαθοὶ καὶ παιδείᾳ διαφέροντες καὶ τῆς σῆς ἀγωγῆς καὶ δικαιοσύνης ἄξιοι κατὰ πάντα

οἱ καὶ μετέδωκαν ἡμῖν τὰ παρὰ σοῦ, πρὸς ἃ καὶ παρ’ ἡμῶν ἀκηκόασιν ἁρμόζοντα τοῖς σοῖς πράγμασι. πάντα γὰρ ὅσα σοι συμφέρει, καὶ εἰ παρὰ φύσιν ἐστὶν, ὑπακουσόμεθα. τοῦτο γὰρ φιλίας καὶ ἀγαπήσεως ἐστι σημεῖον. μεγάλα γὰρ καὶ ἀνεπίληστα τοὺς πολίτας ἡμῶν κατὰ πολλοὺς τρόπους εὐεργέτηκας.

εὐθέως οὖν προσηγάγομεν ὑπὲρ σοῦ θυσίας καὶ τῆς

v.1.p.410
ἀδελφῆς καὶ τῶν τέκνων καἲ τῶν φίλων ‚ καὶ ηὔξατο πᾶν τὸ πλῆθος, ἵνα σοι γένηται καθὼς προαιρῇ διὰ παντὸς, καὶ διασώζῃ σοι τὴν βασιλείαν ἐν εἰρήνῃ μετὰ δόξης ὁ κυριεύων ἁπάντων θεός.