Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‘ Βασιλεὺς Πτολεμαῖος ἀρχιερεῖ Ἐλεαξάρῳ χαίρειν καὶ ἐρρῶσθαι. Ἐπεὶ συμβαίνει πλείονας τῶν Ἰουδαίων εἰς τὴν ἡμετέραν χώραν κατῳκίσθαι, γενηθέντας ἀναρπάστους ἐκ τῶν Ἱεροσολύμων ὑπὸ Περσῶν ‚ καθ’ ὃν ἐπεκράτουν χρόνον, ἔτι δὲ καὶ συνεληλυθέναι τῷ πατρὶ ἡμῶν εἰς τὴν Αἴγυπτον αἰχμαλώτους ‚ ἀφ’ ὧν καὶ πλείονας εἰς τὸ

v.1.p.408
στρατιωτικὸν σύνταγμα κατεχώρισεν ἐπὶ μείζοσι μι- σθοφορίαις ‚ ὁμοίως δὲ καὶ τοὺς προόντας κρίνας πιστοὺς, φρούρια κτίσας, ἀπέδωκεν αὐτοῖς, ὅπως τὸ τῶν Αἰγυπτίων ἔθνος φόβον ἔχῃ διὰ τούτων· καὶ ἡμεῖς δὲ παραλαβόντες τὴν βασιλείαν φιλανθρωπότερον ἀπαντῶμεν τοῖς πᾶσι, πολὺ δὲ μᾶλλον τοῖς σοῖς πολίταις ‚ ὑπὲρ δέκα μυριάδας αἰχμαλώτων ἠλευθερώκαμεν ‚ ἀποδόντες τοῖς κρατοῦσι τὴν κατ’ ἀξίαν ἀργυρικὴν τιμὴν, διορθούμενοι καὶ εἴ τι κακῶς ἐπράχθη διὰ τὰς τῶν ὄχλων ὁρμὰς, διειληφότες εὐσεβῶς τοῦτο πράσσειν, καὶ τῷ μεγίστῳ θεῷ χαριστικὸν ἀνατιθέντες, ὃς ἡμῖν τὴν βασιλείαν ἐν εἰρήνῃ καὶ δόξῃ τῇ κρατίστῃ παρ’ ὅλην τὴν οἰκουμένην διατετήρηκεν· εἴς τε τὸ στράτευμα τοὺς ἀκμαιοτάτους ταῖς ἡλικίαις τετάχαμεν ‚ τοὺς δὲ δυναμένους καὶ περὶ ἡμᾶς εἶναι καὶ τῆς περὶ τὴν αὐλὴν πίστεως ἀξίους ἐπικρίνων κατέστησα.

βουλομένων δὲ ἡμῶν καὶ σοὶ χαρίζεσθαι καὶ πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην Ἰουδαίοις, καὶ τοῖς μετέπειτα, προῃρήμεθα τὸν νόμον ὑμῶν μεθερμηνευθῆναι γράμμασιν Ἑλληνικοῖς ἐκ τῶν παρ’ ὑμῖν Ἑβραικῶν λεγομένων γραμμάτων, ἔν ὑπάρχῃ καὶ ταῦτα παρ’ ἡμῖν ἐν βιβλιοθήκῃ σὺν τοῖς ἄλλοις βασιλικοῖς βιβλίοις.

καλῶς οὖν ποιήσεις καὶ τῆς ἡμετέρας σπουδῆς ἀξίως ‚ ἐπιλέξας ἄνδρας καλῶς βεβιωκότας ‚ πρεσβυτέρους, ἐμπειρίαν ἔχοντας τοῦ νόμου ‚ καὶ δυνατοὺς ἑρμηνεῦσαι, ἀφ’ ἑκάστης φυλῆς ἕξ, ὅπως ἐκ τῶν πλειόνων τὸ σύμφωνον εὑρεθῇ, διὰ τὸ περὶ μειζόνων εἶναι τὴν σκέψιν. οἰόμεθα γὰρ ἐπιτελεσθέντος τού- του μεγάλην ἀτοίσεσθαι δόξαν.

ἀπεστάλκαμεν δὲ περὶ τούτων Ἀνδρέαν τῶν ἀρχισωματοφυλάκων καὶ Ἀρισταῖον, τιμωμένους παρ’ ἡμῖν, διαλεξομένους

v.1.p.409
σοι καὶ κομίζοντας ἀπαρχὰς εἰς τὸ ἱερὸν ἀναθημάτων καὶ εἰς θυσίας καὶ τὰ ἄλλα ἀργυρίου τάλαντα ἑκατόν. γράφε δὲ καὶ σὺ πρὸς ἡμᾶς περὶ ὧν ἂν βούλῃ· κεχαρισμένος γὰρ ἔσῃ καὶ φιλίας ἄξιόν τι πράξεις · ὡς ἐπιτελεσθησομένων τὴν ταχίστην περὶ ὧν ἂν αἱρῇ. ἔρρωσο.’

Πρὸς ταῦτα ἀντέγραψεν ἐνδεχομένως ὁ Ἐέἀκαρπς οὕτως