Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τί δῆτα λείπεται ἐπὶ τούτοις ἢ καὶ τὰ τῆς τῶν νέων θεολογίας σύμφωνα ταῖς τῶν προπατόρων εὐσεβείαις παραστήσασθαι, ὡς ἂν καὶ τῆσδε τῆς ὑποθέσεως ἐντελὴς ἡμῖν ὁ λόγος ἀποδεδομένος εἴη ;

ἐπεὶ τοίνυν τὰ τῆς ἐνθέου γραφῆς λόγια πρόκειται διὰ τοῦ πρὸ τούτου συγγράμματος, φέρ’ οὖν ἐπὶ τοῦ παρόντος τὰ τῆς διανοίας τῶν παρὰ Ἰουδαίοις σοφῶν ἐπαθρήσωμεν, ὡς ἂν μάθοιμεν ὁποῖοί τινες καὶ έν τῇ θεολογίᾳ κἀν τῇ περὶ λόγους ἀρετῇ παῖδες Ἑβραίων γεγόνασι. πάλιν οὖν τὸν Φίλωνα παριτέον ἀπὸ τοῦ πρώτου τῶν Εἰς τὸν Νόμον

“ Τινὲς γὰρ τὸν κόσμον μᾶλλον ἢ τὸν κοσμοποιὸν θαυμάσαντες τὸν μὲν ἀγέννητόν τε καὶ ἀίδιον ἀπεφήναντο, τοῦ θεοῦ πολλὴν ἀπραξίαν [*](28 Τινὲς γὰρ — ] Philo vol. 1. p. 2, 16. ed. Mang.)

v.1.p.448
ἀνάγνως καταψευσάμενοι ‚ δέον ἔμπαλιν τούτου τὰς δυνάμεις ὡς ποιητοῦ καὶ πατρὸς καταπλαγῆναι ‚ τὸν δὲ μὴ πλέον ἀποσεμνῦναι τοὐ μετρίου.

Μώσης δὲ καὶ φιλοσοφίας ἐπ’ αὐτὴν φθάσας ἀκρότητα καὶ χρησμοῖς τὰ πολλὰ καὶ συνεκτικώτατα τῶν τῆς φύσεως ἀναδιδαχθεὶς ἔγνω διότι ἀναγκαιότατόν ἐστιν ἐστιν ἐν τοῖς οὖσι τὸ μὲεν ἴναι δραστήριον * * ὁ τῶν ὅλων νοῦς ἐστιν εἰλικρινέστατος καὶ ἀκραιφνέστατος, κρείττων ἢ ἐπιστήμη, καὶ κρείττων ἢ αὐτὸ τὸ ἀγαθὸν καὶ αὐτὸ τὸ καλόν· τὸ δὲ παθητικὸν ἄψυχον καὶ ἀκί νῆτον ἐξ αὐτοῦ, κινηθὲν δὲ καὶ μετασχηματισθὲν καὶ ψυχωθὲν ὑπὸ τοῦ νοῦ μετέβαλεν εἰς τὸ τελειότατον ἔργον τόνδε τὸν κόσμον · ὃν οἶ φάσκοντες ἀγέννητον λελήθασι τὸ ὠφελιμώτατον καὶ ἀναγκαιότατον τῶν εἰς εὐσέβειαν ὑποτεμνόμενοι, τὴν πρόνοιαν.

τοῦ μὲν γὰρ γεγονότος ἐπιμελεῖσθαι τὸν πατέρα καὶ ποιητὴν αἱρεῖ λόγος. καὶ γὰρ πατὴρ ἐκγόνων καὶ δημιουργὸς τῶν δημιουργηθέντων στοχάζεται τῆς διαμονῆς, καὶ ὅσα μὲν ἐπιζήμια μηχανῇ πάσῃ διωθεῖται, ὅσα δὲ ὠφέλιμα καὶ λυσιτελῆ πάντα τρόπον ἐκπορίζειν ἐπιποθεῖ· πρὸς δὲ τὸ μὴ γεγονὸς οἰκείωσις οὐδεμία τῷ μὴ πεποιηκότι.

περιμάχητον δὲ δόγμα καὶ ἀνωφελὲς ἀναρχίαν ὡς ἐν πόλει κατασκευάζειν τῷδε τῷ κόσμῳ, τὸν ἔφορον, ἢ βραβευτὴν, ἢ δικαστὴν οὐκ ἔχοντι, ὑφ’ οὖ πάντα οἰκονομεῖσθαι καὶ πρυτανεύεσθαι θέμις.

ἀλλ’ ὅ γε μέγας Μωσῶς ἀλλοτριώτατον τοῦ ὁρατοῦ νομίσας εἶναι τὸ ἀγέννητον ‚ (πᾶν γὰρ τὸ αἰσθητὸν ἐν γενέσει καὶ μεταβολαῖς οὐδέ ποτε κατὰ ταὐτὰ ὂν) τῷ μὲν ἀοράτῳ καὶ νοητῷ προσένειμεν, ὡς ἀδελφὸν καὶ συγγενῆ, ἀιδιότητα, τῷ δ’ αἰσθητῷ γένεσιν τὸ οἰκεῖον ὄνομα ἐπεφήμισεν.

ἐπεὶ οὖν ὁρατός τε καὶ αἰσθητὸς

v.1.p.449
ὅδε ὁ κόσμος, ἀναγκαίως ἂν εἴη καὶ γεννητὸς , ὄθεν οὐκ ἀπὸ σκοποῦ καὶ τὴν γένεσιν ἀνέγραψεν αὐτοῦ, μάλα σεμνῶς θεολογήσας.

Ταῦτα μὲν οὖν περὶ τοῦ γεννητὸν εἶναι τὸν κόσμον. ὁ δὲ αὐτὸς ἀνὴρ καὶ περὶ τοῦ προνοίᾳ διοικεῖσθαι κεῖσθαι τὸ πᾶν ἐν τῷ Περὶ προνοίας νεανικώτατα διέξεισι, τὰς τῶν ἀθέων ἀντιθέσεις προτάξας καὶ πρὸς αὐτὰς ἑξῆς ἀποκρινάμενος. καὶ τούτων δὲ, εἰ καὶ μακρότερα δόξειεν) ἀλλ’ ὡς ἀναγκαῖα τὰ πλείστα συντεμὼν ἐκθήσομαι. κατασκευάζει δὲ τὸν λόγον τοῦτον ’τον τρόπον

“πρόνοιαν Πρόνοιαν εἶναι λέγεις ἐν τοσαύτῃ τῶν πραγμάτων ταραχῇ καὶ συγχύσει ; τί γὰρ τῶν κατὰ τὸν ἀνθρώπινον βίον διατέτακται; τί μὲν οὖν οὐκ ἀταξίας γέμει καὶ φορᾶς ; ἢ μόνος ἀγνοεῖς ὅτι τοῖς μὲν κακίστοις καὶ πονηροτάτοις ἄφθονα ἐπικωμάζει τὰ ἀγαθὰ, πλοῦτος, εὐδοξία, τιμαὶ παρὰ τοῖς πλήθεσιν· ἡγεμονία πάλιν, ὑγεία, εὐαισθησία, κάλλος, ἰσχὺς, ἀπόλαυσις ἡδονῶν ἀκώλυτος, διά τε παρασκευῶν περιουσίαν καὶ διὰ τὴν εἰρηνικωτάτην σώματος εὐμοιρίαν; οἱ δὲ φρονήσεως καὶ ἀρετῆς ἁπάσης ἐρασταί τε καὶ ἀσκηταὶ πάντες εἰσὶν, ὀλίγου δέω φάναι, πένητες, ἀφανεῖς, ἄδοξοι, ταπεινοί;’’

Ταῦτα εἰς ἀνασκευὴν καὶ μυρία ἄλλα πλείω τούτων εἰπὼν ἑξῆς ἐπιλύεται τὰς ἀντιθέσεις διὰ τούτων

Οὐ τύραννος ὁ θεὸς, ὠμότητα καὶ βίαν καὶ ὅσα δεσπότης ἀνημέρου ἀρχῆς ἔργα ἐπιτετηδευκὼς, ἀλλὰ βασιλεὺς ἥμερον καὶ νόμιμον ἀνημμένος ἡγεμονίαν, μετὰ δικαιοσύνης τὸν σύμπαντα οὐρανόν τε καὶ [*](12 Πρόνοιαν — ] Philo vol. 2, p. 634. ed. Mang.)

v.1.p.450
κόσμον βραβεύει.

βασιλεῖ δὲ οὐκ ἔστι πρόσρησις οἰκειοτέρα πατρός. ὃ γὰρ ἐν ταῖς συγγενείαις πρὸς τέκνα γονεῖς, τοῦτο βασιλεὺς μὲν πρὸς πόλιν , πρὸς δὲ κόσμον ὁ θεὸς, δύο κάλλιστα φύσεως θεσμοῖς ἀκινήτοις ἀδιαλύτῳ ἑνώσει ἁρμοσάμενος, τὸ ἡγεμονικὸν μετὰ τοῦ κηδεμονικοῦ.

καθάπερ οὖν τῶν ἀσώτων υἱέων οὐ περιορῶσιν οἱ τοκέες , ἀλλὰ τῆς ἀτυχίας οἶκτον λαμβάνοντες περιέπουσι καὶ τημελοῦσι, νομίζοντες ἐχθρῶν ἀσπόνδων ἔργον εἶναι κακοπραγίαις ἐπεμβαίνειν, φίλων δὲ καὶ συγγενῶν ἐπελαφρίζειν τὰ πταίσματα·

πολλάκις δὲ καὶ τούτοις μᾶλλον ἢ τοῖς σώφροσιν ἐπιδαψιλευόμενοι χαρίζονται, σαφῶς εἰδότες ὡς ἐκείνοις μὲν ἄφθονος εἰς εὐπορίαν ἀφορμὴ πάρεστιν ἡ σωφροσύνη , τοῖς δ’ ἐλπὶς μία οἷ γονεῖς, ἦς εἰ σφαλεῖεν , ἀπορήσουσι καὶ τῶν ἀναγκαίων·

τὸν αὐτὸν τρόπον καὶ ὁ θεὸς , λογικῆς συνέσεως πατὴρ ὢν, ἀπάντων μὲν τῶν λογισμοῦ μεμοιραμένων κήδεται, προμηθεῖται δὲ καὶ τῶν ὑπαιτίως ζώντων, ἅμα μὲν καιρὸν εἰς ἐπανόρθωσιν αὐτοῖς διδοὺς, ἅμα δὲ καὶ τὴν ἵλεων φύσιν αὐτοῦ μὴ ὑπερβαίνων , ἧς ὀπαδὸς ἀρετὴ καὶ φιλανθρωπία γέγονεν, ἐπαξία τὸν θεῖον περιπολεῖν οἶκον. ”

“Ἔνα μὲν δὴ λόγον τοῦτον, ὠ ψυχὴ, δέξαι τέως αὐτοῦ παρακαταθήκην , ἕτερον δὲ συνῳδὸν καὶ ἐναρμόνιον αὐτῷ τοιόνδε μὴ τοσοῦτόν ποτε ψευσθείης τῆς ἀληθείας ὡς εὐδαίμονά τινα τῶν φαύλων εἷναι νομίσαι, κἂν πουσιώτερος μὲν ᾖ Κροίσου, Λυγκέως δ’ ὀξυωπέστερος, ἀνδρειότερος δὲ τοῦ Κροτωνιάτου Μίλωνος, καλλίων δὲ Γανυμήδους,

  • ὄν ὃν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν,
  • κάλλεος εἵνεκα οἷο.
  • τὸν γοῦν ἴδιον δαίμονα, λέγω δὲ τὸν ἑαυτοῦ νοῦν,

    v.1.p.451
    μυρίων ὅσων δεσποτῶν δοῦλον ἀποφήνας, ἔρωτος, ἐπιθυμίας , ἡδονῆς, φόβου , λύπης , ἀφοσύνης, ἀκολασίας, δειλίας, ἀδικίας, οὐκ ἂν εἶναί ποτε δύναιτο εὐδαίμων, κἂν οἱ πολλοὶ σφαλλόμενοι κρίσεως ἀληθοῦς νομίζωσι, δεκασθέντες ὑπὸ κακοῦ διδύμου, τύφου καὶ κενῆς δόξης, δεινῶν παλεῦσαι καὶ παρα- γαγεῖν ἀνερματίστους ψυχὰς , περὶ ἃ κηραίνει γένος τὸ πλεῖστον ἀνθρώπων.

    εἰ μέντοι τὸ τῆς ψυχῆς ὄμμα τείνας βουληθείης περιαθρῆσαι θεοῦ πρόνοιαν, ὡς ἔνεστιν ἀνθρωπίνῳ λογισμῷ, τρανοτέραν τὴν τοῦ πρὸς ἀλήθειαν ἀγαθοῦ λαβὼν φαντασίαν, γελάσῃ τὰ παρ’ ἡμῖν, ἃ τέως ἐθαύμαζες. ἀεὶ γὰρ ἀπουσίᾳ τῶν κρειττόνων τιμᾶται τὰ χείρονα, τὴν ἐκείνων κληρονομοῦντα τάξιν· ἐπιφανέντων δὲ ὑποστέλλει, δευτερείοις ἄθλων ἀρκούμενα.

    καταπλαγεὶς οὖν τὸ θεοειδὲς ἐκεῖνο ἀγαθόν τε καὶ καλὸν, πάντως ἐννοἠσεις ὅτι παρὰ θεῷ τῶν εἰρημένων πρότερον οὐδὲν καθ’ ἑαυτὸ τῆς ἀγαθοῦ μοίρας ἠξίωται, διότι τὰ μὲν ἀργύρου μέταλλα καὶ χρυσοῦ γῆς ἐστιν ἡ φαυλοτάτη μοῖρα , τῆς πρὸς κὰρ πῶν ἀνειμένης γένεσιν ὅλῳ καὶ τῷ παντὶ λειπομένη .

    οὐ γάρ ἐσθ’ ὅμοιον τροφῆς, ἧς ἄνευ ζῆν ἀδύνατον, εὐπορία χρημάτων. μία τούτων ἐστὶ βάσανος ἐναργεστάτη λιμὸς, ᾧ τὸ πρὸς άλήθειαν ἀναγκαῖον καὶ χρήσιμον δοκιμάζεται · θησαυσοὺς γὰρ τοὺς πανταχοῦ πάντας ἀντικαταλλάξαιτ’ ἄν τις βραχείας ποτὲ τροφῆς ἄσμενος.