Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ εστι δὲ καὶ ἡ ἐν Παλαιστίνῃ Συρία καλοκαγαθίας οὐ·κ ἄγονος, ἣν πολυανθρωποτάτου ἔθνους τῶν Ἰουδαίων οὐκ ὀλίγη μοῖρα νέμεται.

λέγονται δέ τινες παρ’ αὐτοῖς ὄνομα Ἐσσαῖοι, πλῆθος ὑπὲρ τετρακισχιλίους ‚ κατ’ ἐμὴν δόξαν οὐκ ἀκριβεῖ τύπῳ διαλέκτου ‘Eλληνικῆς , παρώνυμοι ὁσιότητος ‚ ἐπειδὴ κἀν τοῖς μάλιστα θεραπευταὶ θεοῦ γεγόνασιν ‚ οὐ ζῷα καταθύοντες, ἀλλ’ ἱεροπρεπεῖς τὰς ἑαυτῶν διανοίας κατασκευάζειν ἀξιοῦντες.

οὗτοι τὸ μὲν πρῶτον κωμηδὸν οἰκοῦσι τὰς πόλεις ἐκτρεπόμενοι, διὰ τὰς τῶν πολιτευομένων χειροήθεις ἀνομίας, εἰδότες ἐκ τῶν συνόντων, ὡς ἀπὸ ἀέρος φθοροποιοῦ νόσον, ἐγγινομένην προσβολὴν ψυχαῖς ἀνίατον.

ὧν [*](18 Ἒστι δὲ — ] Pliilo vol. 2. p. 457. ed. Mang.)

v.1.p.444
οἱ μὲν γεωπονοῦντες, οἱ δὲ τέχνας μετιόντες, ὅσαι συνεργάτιδες εἰρήνης, ἑαυτούς τε καὶ τοὺς πλησιάζοντας ὠφελοῦσιν, οὐκ ἄργυρον καὶ χρυσὸν θησαυροφυλακοῦντες, οὐδ’ ἀποτομὰς γῆς μεγάλας κτώμενοι δι’ ἐπιθυμίαν προσόδων, ἀλλ’ ὅσα πρὸς τὰς ἀναγκαίας τοῦ βίου χρείας ἐκπορίζοντες.

μόνοι γὰρ ἐξ ἁπάντων σχεδὸν ἀνθρώπων ἀχρήματοι καὶ ἀκτήμονες αὐτοὶ γεγονότες, ἐπιτηδεύσει τὸ πλέον ἢ ἐνδείᾳ εὐτυχίας) πλουσιώτατοι νομίζονται, τὴν ὀλιγοδἐειαν καὶ εὐκολίαν, ὅπερ ἐστὶν, κρίνοντες περιουσίαν.

βελῶν ‚ ἢ ἀκόντων, ἢ ξιφιδίων, ἢ κράνους, ἢ θώρακος, ἢ ἀσπίδος, οὐδένα παρ’ αὐτοῖς ἂν εὕροις δημιουργὸν, οὐδὲ συνόλως ὁπλοποιὸν, ἢ μηχανοποιὸν, ἤ τι τῶν κατὰ πόλεμον ἐπιτηδεύοντα, ἀλλ’ οὐδ’ ὅσα κατ’ εἰρήνην εὐόλισθα εἰς κακίαν· ἐμπορίας γὰρ ἢ καπηλείας ἢ ναυκληρίας οὐδ’ ὄναρ ἴσασι, τὰς εἰς πλεονεξίαν ἀφορμὰς ἀποδιοπομπούμενοι.

δοὐλός τε παρ’ αὐτοῖς οὐδὲ εἷς ἐστιν, ἀλλ’ ἐλεύθεροι πάντες, ἀνθυπουργοῦντες ἀλλήλοις· καταγινώσκουσί τε τῶν δεσποτῶν οὐ μόνον ὡς ἀδίκων ἰσότητα λυμαινομένων, ἀλλὰ καὶ ὡς ἀσεβῶν, θεσμὸν φύσεως ἀναιρούντων ‚ ἢ πάντας ὁμοίως γεννήσασα καὶ θρέψασα μητρὸς τρόπον ἀδελφοὺς γνησίους, οὐ λεγομένους, ἀλλ’ ὄντας ὄντως ἀπειργάσατο.

ὧν τὴν συγγένειαν ἡ ἐπίβουλος πλεονεξία παρευημερήσασα διέσεισεν, ἀντ’ οἰκειότητος ἀλλοτριότητα καὶ ἀντὶ φιλίας ἔχθραν ἐργασαμένη.

φιλοσοφίας τε τὸ μὲν λογικὸν, ὡς οὐκ ἀναγκαῖον εἰς κτῆσιν ἀρετῆς, λογοθήραις, τὸ δὲ φυσικὸν, ὡς μεῖζον ἢ κατὰ ἀνθρωπίνην φύσιν, μετεωρολέσχαις ἀπολιπόντες, πλὴν ὅσον αὐτοῦ περὶ ὑπάρξεως θεοῦ καὶ τῆς τοῦ παντὸς γενέσεως φιλοσοφεῖται ‚ τὸ ἠθικὸν εὖ μάλα διαπονοῦσιν,

v.1.p.445
ἀλείπταις χρώμενοι τοῖς πατρῴοις νόμοις, οὓς ἀμήχανον ἀνθρωπίνην ἐπινοῆσαι ψυχὴν ἄνευ κατακωχῆς ἐνθέου.

τούτους ἀναδιδάσκονται μὲν καὶ παρὰ τὸν ἄλλον χρόνον, ἐν δὲ ταῖς ἑβδόμαις διαφερόντως. ἱερὰ γὰρ ἡ ἑβδόμη νενόμισται, καθ᾿ ἣν τῶν ἄλλων ἀνέχοντες ἔργων, εἰς ἱεροὺς ἀφικνούμενοι τόπους, οἳ καλοῦνται συναγωγαὶ, καθ᾿ ἡλικίας ἐν τάξεσιν ὑπὸ πρεσβυτέροις νέοι καθέζονται, μετὰ κόσμου τοῦ προσήκοντος ἔχοντες ἀκροατικῶς. εἷς μέν τις τὰς βίβλους ἀναγινώσκει λαβὼν, ἕτερος δὲ τῶν ἐμπειροτάτων ὅσα μὴ γνώριμα παρελθὼν ἀναδιδάσκει· τὰ γὰρ πλεῖστα διὰ συμβόλων ἀρχαιοτρόπῳ ζηλώσει παρ᾿ αὐτοῖς φιλοσοφεῖται.

παιδεύονται δὲ εὐσέβειαν, ὁσιότητα, δικαιοσύνην, οἰκονομίαν, πολιτείαν, καὶ ἐπιστήμην τῶν πρὸς ἀλήθειαν ἀγαθῶν καὶ κακῶν καὶ ἀδιαφόρων, αἱρέσεις ὧν χρὴ καὶ φυγὰς τῶν ἐναντίων, νόμοις καὶ κανόσι τριττοῖς χρώμενοι, τῷ τε φιλοθέῳ καὶ φιλαρέτῳ καὶ φιλανθρώπῳ.

τοῦ μὲν οὖν φιλοθέου δείγματα μυρία παρέχει ἡ παρ᾿ ὅλον τὸν βίον συνεχὴς καὶ ἐπάλληλος ἁγνεία, τὸ ἀνώμοτον, τὸ ἀψευδὲς, τὸ πάντων μὲν ἀγαθῶν αἴτιον, κακοῦ δὲ μηδενὸς νομίζειν εἶναι τὸ θεῖον· τοῦ δὲ φιλαρέτου τὸ ἀφιλοχρήματον, τὸ ἀφιλόδοξον, τὸ ἀφιλήδονον, τὸ ἐγκρατὲς, τὸ καρτερικὸν, ἔτι δὲ ὀλιγοδέειαν, ἀφέλειαν, εὐκολίαν, τὸ ἄτυφον, τὸ νόμιμον, τὸ εὐσταθὲς, καὶ ὅσα τούτοις ὁμοιότροπα· τοῦ δὲ φιλανθρώπου δείγματα εὔνοια, ἰσότης, ἡ παντὸς λόγου κρείττων κοινωνία, περὶ ἧς οὐκ ἄκαιρον βραχέα εἰπεῖν.

πρῶτον τοίνυν οὐδενὸς οἰκία τίς ἐστιν ἰδία, ἣν οὐχὶ πάντων εἶναι κοινὴν συμβέβηκε. πρὸς γὰρ τῷ κατὰ θιάσους συνοικεῖν ἀνα- πέπταται καὶ τοῖς ἑτέρωθεν ἀφικνουμένοις τῶν ὁμο-

v.1.p.446
ζήλων.

εἶτ’ ἐστὶ ταμεῖον ἓν πάντων καὶ δαπάναι · καὶ κοιναὶ μὲν ἐσθῆτες, κοιναὶ δὲ τροφαὶ συσσίτια πεποιημένων. τὸ γὰρ ὁμωρόφιον ‚ ἢ ὁμοδίαιτον ‚ ἢ ὁμοτράπεζον ‚ οὐκ ἄν τις εὕροι παρ’ ἑτέροις μᾶλλον ἔργῳ βεβαιούμενον, καὶ μήποτ’ εἰκότως ·

ὅσα γὰρ ἂν μεθ’ ἡμέραν ἐργασάμενοι λάβωσιν ἐπὶ μισθῷ, ταῦτ’ οὐκ ἴδια φυλάττουσιν ‚ ἀλλ’ εἰς μέσον προτιθέντες κοινὴν τοῖς ἐθέλουσι χρῆσθαι τὴν ἀπ’ αὐτῶν παρασκευάζουσιν ὠφέλειαν· οἵ τε νοσοῦντες οὐχ ὅτι πορίζειν ἀδυνατοῦσιν ἀμελοῦνται, πρὸς τὰς νοσηλείας ἐκ τῶν κοινῶν ἔχοντες ἐν ἑτοίμῳ, ὡς μετὰ πάσης ἀδείας ἐξ ἀφθονωτέρων ἀναλίσκειν.

αἰδὼς δ’ ἐστὶ πρεσβυτέρων καὶ φροντὶς, οἵα γονέων ὑπὸ γνησίων παίδων, χερσὶ καὶ διανοίαις μυρίαις ἐν ἀφθονίᾳ τῇ πάσῃ γηροτροφουμένων. τοιούτους ἡ δίχα περιεργίας Ἑλληνικῶν ὀνομάτων ἀθλητὰς ἀρετῆς ἀπεργίζεται φιλοσοφία, γυμνάσματα προτιθεῖσα τὰς ἐπαινετὰς πράξεις, ἐξ ὧν ἡ ἀδούλωτος ἐλευθερία βεβαιοῦται.

σημεῖον δὲ, πολλῶν κατὰ καιροὺς ἐπαναστάντων τῇ χώρᾳ δυναστῶν ‚ καὶ φύσεσι καὶ προαιρέσεσι χρησαμένων διαφερούσαις ‚ οἱ μὲν γὰρ εἰς τὸ ἀτίθασον ἀγριότητα θηρίων ἐκνικῆσαι σπουδάσαντες, οὐδὲν παραλιπόντες τῶν εἰς ὠμότητα, τοὺς ὑπηκόους ἀγεληδὸν ἱερεύοντες ‚ ἢ καὶ ζῶντας ἔτι μαγείρων τρόπον κατὰ μέρη καὶ μέλη καεουργοῦντες, ἄχρι τοῦ τὰς αὐτὰς ὑπομεῖναι συμφορὰς ὑπὸ τῆς τὰ ἀνθρώπεια ἐφορώσης δίκης, οὐκ ἐπαύσαντο· ’

οἶ δὲ τὸ παρακεκινημένον καὶ λελυττηκὸς εἰς ἑτέρας εἶδος κακίας μεθαρμοσάμενοι, πικρίαν ἄλεκτον ἐπιτηδεύσαντες, ἡσυχῆ διαλαλοῦντες, ἠρεμαιοτέρας φωνῆς ὑποκρίσει βαρύμηνι ἦθος ἐπιδεικνύμενοι, κυνῶν ἰοβόλων τρόπον προσσαίνοντες,

v.1.p.447
ἀνιάτων γενόμενοι κακῶν αἴτιοι, κατὰ πόλεις μνημεῖα τῆς ἑαυτῶν ἀσεβείας καὶ μισανθρωπίας ἀπέλιπον τὰς τῶν πεπονθότων ἀλήστους συμφοράς.

ἀλλὰ γὰρ οὐδεὶς οὔτε τῶν σφόδρα ὠμοθύμων οὔτε τῶν πάνυ δολερῶν καὶ ὑπούλων ἴσχυσε τὸν λεχθέντα τῶν Ἐσσαίων ἢ Ὁσίων ὅμιλον αἰτιάσασθαι· πάντες δ’ ἀσθενέστεροι τῆς τῶν ἀνδρῶν καλοκαγαθίας γενόμενοι καθάπερ αὐτονόμοις καὶ ἐλευθέροις οὖσιν ἐκ φύσεως προσηνέχθησαν ‚ ᾄδοντες αὐτῶν τὰ συσσίτια καὶ τὴν παντὸς λόγου κρείττονα κοινωνίαν, ἣ βίου τελείου καὶ σφόδρα εὐδαίμονός ἐστι σαφέστατον δεῖγμα.”

Τὰ μὲν οὖν τῆς φιλοσόφου παρὰ Ἰουδαίοις ἀσκήσεως τε καὶ πολιτείας διὰ τῶνδε προκείσθω· τὰ δὲ τοῦ λοιποῦ βίου, ὃν δὴ τῷ πλήθει τοῦ παντὸς ἔθνους οἱ θεῖοι διηγόρευον νόμοι, τέθειται προλαβὼν ὁ λόγος.