Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ταῦτα δὲ πάλαι πρότερον πρὶν ἢ καὶ Μω-

v.1.p.350
σέα καὶ τὸ Ἰουδαίων γένος ὑποστῆναι ἐξ ἔτι μακροῦ αἰῶνος παρὰ τοῖς Ἰουδαίων προπάτορσιν ἐγνωρίζετο. καὶ γὰρ οὖν καὶ τοῦτο διαρθρῶσαι καλὸν, ὡς ὁ Ἰουδαϊσμὸς οὐκ ἦν πω τότε, ἀλλ᾿ Ἑβραῖοι μὲν οἱ δηλούμενοι ὁμοῦ τῇ προσηγορίᾳ καὶ τὸν τρόπον ὑπῆρχον, Ἰουδαῖοι δὲ οὔτ᾿ ἦσάν πω οὔτ᾿ ἐχρημάτιζον.

Ἑβραίων δὲ καὶ Ἰουδαίων τὸ διάφορον γνοίης ἂν ὧδε ὡδε· τὴν μὲν προσηγορίαν οἱ μὲν ἀπὸ τοῦ Ἰούδα, ἐξ οὗ τῆς φυλῆς τὸ Ἰουδαίων μακροῖς ὕστερον χρόνοις βασίλειον συνέστη, οἱ δὲ ἀπὸ τοῦ Ἕβερ (προπάτωρ δὲ τοῦ Ἁβραὰμ οὗτος ἦν) ἐπεγράφοντο.